§12.5.1Πῶς ποτε πάντα καλῶς καὶ φιλανθρώπως διατάξαντες οἱ θεοὶ τοῦτο μόνον παρεῖδον, τὸ ἐνίους τῶν ἀνθρώπων καὶ πάνυ χρηστοὺς καὶ πλεῖστα πρὸς τὸ θεῖον ὥσπερ συμβόλαια θεμένους καὶ ἐπὶ πλεῖστον δι’ ἔργων ὁσίων καὶ ἱερουργιῶν συνήθεις τῷ θείῳ γενομένους, ἐπειδὰν ἅπαξ ἀποθάνωσι, μηκέτι αὖθις γίνεσθαι, ἀλλ’ εἰς τὸ παντελὲς ἀπεσβηκέναι;
既然神明已将一切安排得如此美好且仁慈,他们究竟为何唯独忽略了这一点:某些极优秀的人——他们与神明达成了可以说是最多的契约,并通过神圣的行为和祭祀仪式与神明变得最亲密——一旦死去,就再也不会存在,而是彻底熄灭?
τοῦτο δὲ εἴπερ ἄρα καὶ οὕτως ἔχει, εὖ ἴσθι ὅτι, εἰ ὡς ἑτέρως ἔχειν ἔδει, ἐποίησαν ἄν·
但如果事实果真如此,你当确信,如果本应当是另一种样子,他们必定已经使其如此了。
εἰ γὰρ δίκαιον ἦν, ἦν ἃν καὶ δυνατόν, καὶ εἰ κατὰ φύσιν, ἤνεγκεν ἂν αὐτὸ ἡ φύσις.
因为,如果这是正义的,它也必定是可能的;如果是合乎自然的,自然自会将其实现。
ἐκ δὴ τοῦ μὴ οὕτως ἔχειν, εἴπερ οὐχ οὕτως ἔχει, πιστούσθω σοι τὸ μὴ δεῆσαι οὕτως γίνεσθαι·
正因为事实并非如此(如果确实并非如此),你就应当确信,这并没有必要如此。
ὁρᾷς γὰρ καὶ αὐτὸς ὅτι τοῦτο παραζητῶν δικαιολογῇ πρὸς τὸν θεόν·
因为你自己也看到,由于追究这个问题,你是在与神明争论正义。
οὐκ ἂν δ’ οὕτως διελεγόμεθα τοῖς θεοῖς, εἰ μὴ ἄριστοι καὶ δικαιότατοί εἰσιν.
如果神明不是最优秀、最公正的,我们也就不会像这样与神明争论了。
εἰ δὲ τοῦτο, οὐκ ἄν τι περιεῖδον ἀδίκως καὶ ἀλόγως ἠμελημένον τῶν ἐν τῇ διακοσμήσει.
而如果他们确实是最优秀和最公正的,他们绝不会允许宇宙秩序中的任何事物被不公且无理地忽视。