§12.32.1Πόστον μέρος τοῦ ἀπείρου καὶ ἀχανοῦς αἰῶνος ἀπομεμέρισται ἑκάστῳ·
无限而深不见底的永恒之中,分给每个人的部分是多么渺小啊!
τάχιστα γὰρ ἐναφανίζεται τῷ ἀιδίῳ·
因为它极快地消逝在永恒之中。
πόστον δὲ τῆς ὅλης οὐσίας·
整个实体中的部分又是多么渺小!
πόστον δὲ τῆς ὅλης ψυχῆς·
整个灵魂中的部分又是多么渺小!
ἐν πόστῳ δὲ βωλαρίῳ τῆς ὅλης γῆς ἕρπεις.
而在整个大地的多么微小的土块上,你在蠕行!
πάντα ταῦτα ἐνθυμούμενος μηδὲν μέγα φαντάζου ἢ τό, ὡς μὲν ἡ σὴ φύσις ἄγει ποιεῖν, πάσχειν δὲ ὡς ἡ κοινὴ φύσις φέρει.
记住这一切,不要把任何事情看作是重大的,除非是这件事:按照你自己的本性所引导的去行事,并承受公共本性所带来的一切。