§12.30.1Ἓν φῶς ἡλίου, κἂν διείργηται τοίχοις, ὄρεσιν, ἄλλοις μυρίοις.
太阳的光芒是一体的,纵使它被墙壁、山岳以及其他无数事物所阻隔。
μία οὐσία κοινή, κἂν διείργηται ἰδίως ποιοῖς σώμασι μυρίοις.
共同的实体是一个,纵使它被无数个具有独特特质的身体所分割。
μία ψυχή, κἂν φύσεσι διείργηται μυρίαις καὶ ἰδίαις περιγραφαῖς.
灵魂是一个,纵使它被无数个本性和独特的界限所分割。
μία νοερὰ ψυχή, κἂν διακεκρίσθαι δοκῇ.
理智的灵魂是一个,纵使它看似已被分离。
τὰ μὲν οὖν ἄλλα μέρη τῶν εἰρημένων, οἷον πνεύματα καὶ ὑποκείμενα, ἀναίσθητα καὶ ἀνοικείωτα ἀλλήλοις· καίτοι κἀκεῖνα τὸ ἑνοῦν συνέχει καὶ τὸ ἐπὶ τὰ αὐτὰ βρῖθον.
在此之中,上述事物的其他部分——例如气息和质料基底——是没有感觉且彼此不相亲和的;然而,即便是那些东西,也由那使之统一的力量以及朝向同一目标的重力倾向维持着凝聚。
διάνοια δὲ ἰδίως ἐπὶ τὸ ὁμόφυλον τείνεται καὶ συνίσταται καὶ οὐ διείργεται τὸ κοινωνικὸν πάθος.
然而,理智尤为向着同类事物伸展并与其结合,且其社交性的情感并不被阻隔。