Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §12.3.1-12.3.2

将真正的理性脱离外物并专注生活于当下

第 454 段,共 486 段 · 希腊语

内容简介

阐明在构成人的肉体、气息与理性中,唯有理性才是真正的自我;主张将理性与他人的言行、过去与未来以及肉体等外在干扰分离开来,仅专注于度过当下,从而在生命的余下时光中与自身的守护神和谐、安详地共处。

§12.3.1Τρία ἐστὶν ἐξ ὧν συνέστηκας· σωμάτιον, πνευμάτιον, νοῦς.
组成你的有三样东西:肉体、气息和理性。
τούτων τἄλλα μέχρι τοῦ ἐπιμελεῖσθαι δεῖν σά ἐστι, τὸ δὲ τρίτον μόνον κυρίως σόν.
在这些之中,前两样在必须对其加以照料的限度内属于你,但唯有第三样才是真正属于你自己的。
ὃ ἐὰν χωρίσῃς ἀπὸ σεαυτοῦ, τουτέστιν ἀπὸ τῆς σῆς διανοίας, ὅσα ἄλλοι ποιοῦσιν ἢ λέγουσιν ἢ ὅσα αὐτὸς ἐποίησας ἢ εἶπας καὶ ὅσα ὡς μέλλοντα ταράσσει σε καὶ ὅσα τοῦ περικειμένου σοι σωματίου ἢ τοῦ συμφύτου πνευματίου ἀπροαίρετα πρόσεστιν καὶ ὅσα ἡ ἔξωθεν περιρρέουσα δίνη ἑλίσσει, ὥστε τῶν συνειμαρμένων ἐξῃρημένην καὶ καθαρὰν τὴν νοερὰν δύναμιν ἀπόλυτον ἐφ’ ἑαυτῆς ζῆν, ποιοῦσαν τὰ δίκαια καὶ θέλουσαν τὰ συμβαίνοντα καὶ λέγουσαν τἀληθῆ· §12.3.2ἐὰν χωρίσῃς, φημί, τοῦ ἡγεμονικοῦ τούτου τὰ προσηρτημένα ἐκ προσπαθείας καὶ τοῦ χρόνου τὰ ἐπέκεινα ἢ τὰ παρῳχηκότα, ποιήσῃς τε σεαυτόν, οἷος ὁ Ἐμπεδόκλειος "σφαῖρος κυκλοτερὴς μονίῃ περιηγέι γαίων," μόνον τε ζῆν ἐκμελετήσῃς ὃ ζῇς, τουτέστι τὸ παρόν· δυνήσῃ τό γε μέχρι τοῦ ἀποθανεῖν ὑπολειπόμενον ἀταράκτως καὶ εὐμενῶς καὶ ἵλεως τῷ σαυτοῦ δαίμονι διαβιῶναι.
如果你将这第三样从你自己——即你的思想中分离出来:即他人所做所言,或者你自身过去所做所言,以及作为未来之事困扰你的一切,还有那些非出于意志而附随于包裹着你的肉体或与你同生的气息之物,以及外部流转的漩涡所卷入的一切;从而使那免受命运束缚、保持纯洁的理智力量能够独立自主地生活,行事公正,顺应发生之事,且口说真言—— 我是说,如果你从这一支配主体中分离出那些因情念而附着其上的东西,以及未来或过去的时间,并使自己如同恩培多克勒所说的: “浑圆的球体,在环绕的独处中欢欣鼓舞,” 并且致力于仅度过你所度过的生活,即当下;那么,你便能安详、和善且与你自身的守护神和解地度过直到死亡为止的余生。

词汇与语法注释

  1. §12.3.1μέχρι τοῦ ἐπιμελεῖσθαι δεῖν — 意为“在必须对其加以照料的限度内”。介词 μέχρι 后接一个属格短语,该短语由冠词性不定式 τοῦ ἐπιμελεῖσθαι 与无人称动词 δεῖ 的不定式 δεῖν 组合而成。
  2. §12.3.1ὅσα ἄλλοι ποιοῦσιν... — 以关系代词 ὅσα 开始的一系列并列从句作为前文动词 χωρίσῃς(如果你分离)的直接宾语。在这一长串插入式的列举之后,句式在 §12.3.2 中通过重复 ἐὰν χωρίσῃς, φημί(我是说,如果你分离)得到了重构和澄清。
  3. §12.3.2τοῦ ἡγεμονικοῦ τούτου τὰ προσηρτημένα — τοῦ ἡγεμονικοῦ τούτου 是表示分离的属格,修饰及物动词 χωρίσῃς(自……分离)。τὰ προσηρτημένα(附着之物)是分词的名词化用法,作 χωρίσῃς 的直接宾语。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §12.3.1-12.3.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:12.3.1-12.3.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。