§12.2.1Ὁ θεὸς πάντα τὰ ἡγεμονικὰ γυμνὰ τῶν ὑλικῶν ἀγγείων καὶ φλοιῶν καὶ καθαρμάτων ὁρᾷ·
神看着所有去除了物质容器、皮壳和杂质的、赤裸的支配主体。
μόνῳ γὰρ τῷ ἑαυτοῦ νοερῷ μόνων ἅπτεται τῶν ἐξ ἑαυτοῦ εἰς ταῦτα ἐρρυηκότων καὶ ἀπωχετευμένων.
因为祂仅凭自己理性的部分,就只触及那些从祂自身流入并导向这些主体的部分。
ἐὰν δὲ καὶ σὺ τοῦτο ἐθίσῃς ποιεῖν, τὸν πολὺν περισπασμὸν σεαυτοῦ περιαιρήσεις·
如果你也习惯于这样做,你就会为自己免除许多分心之事。
ὁ γὰρ μὴ τὰ περικείμενα κρεᾴδια ὁρῶν, ἦ πού γε ἐσθῆτα καὶ οἰκίαν καὶ δόξαν καὶ τὴν τοιαύτην περιβολὴν καὶ σκηνὴν θεώμενος, ἀσχολήσεται.
因为一个不去看包裹着自己的肉体的人,又怎会去关注并瞩目衣服、房屋、名望以及诸如此类的外饰与舞台布景,从而让自己分心呢?