§12.16.1Ἐπὶ τοῦ φαντασίαν παρασχόντος ὅτι ἥμαρτε· τί δαὶ οἶδα εἰ τοῦτο ἁμάρτημα;
对于那个给你留下犯错印象的人:我究竟怎么知道这是否是个错误?
εἰ δὲ καὶ ἥμαρτεν, ὅτι κατέκρινεν αὐτὸς ἑαυτόν, καὶ οὕτως ὅμοιον τοῦτο τῷ καταδρύπτειν τὴν ἑαυτοῦ ὄψιν.
即使他真的犯了错,他自己也已经谴责了自己,这就像是在抓破他自己的脸。
Ὅτι ὁ μὴ θέλων τὸν φαῦλον ἁμαρτάνειν ὅμοιος τῷ μὴ θέλοντι τὴν συκῆν ὀπὸν ἐν τοῖς σύκοις φέρειν καὶ τὰ βρέφη κλαυθμυρίζεσθαι καὶ τὸν ἵππον χρεμετίζειν καὶ ὅσα ἄλλα ἀναγκαῖα.
不希望恶人犯错的人,就像是不希望无花果树在果实中产生汁液,不希望婴儿哭泣,不希望马嘶鸣,以及不希望其他所有必然发生的事物一样。
τί γὰρ πάθῃ τὴν ἕξιν ἔχων τοιαύτην;
既然他拥有这样的禀性,他还能怎么样呢?
εἰ οὖν γοργὸς εἶ, ταύτην θεράπευσον.
所以,如果你是聪敏的,就去医治这禀性吧。