§12.1.1Πάντα ἐκεῖνα, ἐφ’ ἃ διὰ περιόδου εὔχῃ ἐλθεῖν, ἤδη ἔχειν δύνασαι, ἐὰν μὴ σαυτῷ φθονῇς.
那些你祈求通过迂回途径去达到的所有事物,只要你不吝惜自己,现在就能够拥有。
τοῦτο δέ ἐστιν, ἐὰν πᾶν τὸ παρελθὸν καταλίπῃς καὶ τὸ μέλλον ἐπιτρέψῃς τῇ προνοίᾳ καὶ τὸ παρὸν μόνον ἀπευθύνῃς πρὸς ὁσιότητα καὶ δικαιοσύνην.
而这取决于你是否抛开过去的一切,将未来托付给神意,并仅仅将当下引向虔敬与正义。
ὁσιότητα μέν, ἵνα φιλῇς τὸ ἀπονεμόμενον· σοὶ γὰρ αὐτὸ ἡ φύσις ἔφερε καὶ σὲ τούτῳ· δικαιοσύνην δέ, ἵνα ἐλευθέρως καὶ χωρὶς περιπλοκῆς λέγῃς τε τἀληθῆ καὶ πράσσῃς τὰ κατὰ νόμον καὶ κατ’ ἀξίαν·
至于虔敬,是为了让你热爱分配给你的事物,因为自然将它带给你,也将你带给它;至于正义,是为了让你自由且毫无牵绊地既说出真理,又按照法律和价值行事。
μὴ ἐμποδίζῃ δέ σε μήτε κακία ἀλλοτρία μήτε ὑπόληψις μήτε φωνὴ μηδὲ μὴν αἴσθησις τοῦ περιτεθραμμένου σοι σαρκιδίου· ὄψεται γὰρ τὸ πάσχον.
不要让别人的恶念、成见、言语,甚至包裹着你的肉体的肉体感觉来阻碍你,因为那受苦的部分自会照料。
§12.1.2ἐὰν οὖν, ὅτε δήποτε πρὸς ἐξόδῳ γένῃ, πάντα τὰ ἄλλα καταλιπὼν μόνον τὸ ἡγεμονικόν σου καὶ τὸ ἐν σοὶ θεῖον τιμήσῃς καὶ μὴ τὸ παύσεσθαί ποτε τοῦ ζῆν φοβηθῇς, ἀλλὰ τό γε μηδέποτε ἄρξασθαι κατὰ φύσιν ζῆν, ἔσῃ ἄνθρωπος ἄξιος τοῦ γεννήσαντος κόσμου καὶ παύσῃ ξένος ὢν τῆς πατρίδος καὶ θαυμάζων ὡς ἀπροσδόκητα τὰ καθ’ ἡμέραν γινόμενα καὶ κρεμάμενος ἐκ τοῦδε καὶ τοῦδε.
因此,无论何时当你临近生命的出口,若能抛开其他一切,只尊崇你的支配主体和你内在的神性,并且不害怕有朝一日停止生命,而是害怕从未开始按照自然去生活,你就会成为一个配得上孕育你的宇宙的人,不再是自己祖国的异乡人,不再对每日发生的事情感到惊异如意料之外,也不再依附于这人或那人。