§11.9.1Οἱ ἐνιστάμενοι προιόντι σοι κατὰ τὸν ὀρθὸν λόγον ὥσπερ ἀπὸ τῆς ὑγιοῦς πράξεως ἀποτρέψαι σε οὐ δυνήσονται, οὕτως μηδὲ τῆς πρὸς αὐτοὺς εὐμενείας ἐκκρουέτωσαν, ἀλλὰ φύλασσε σεαυτὸν ἐπ’ ἀμφοτέρων ὁμοίως, μὴ μόνον ἐπὶ τῆς εὐσταθοῦς κρίσεως καὶ πράξεως, ἀλλὰ καὶ ἐπὶ τῆς πρὸς τοὺς κωλύειν ἐπιχειροῦντας ἢ ἄλλως δυσχεραίνοντας πρᾳότητος.
正如那些在你依循正理前进时阻碍你的人,无法使你偏离健全的行动一样,他们也绝不能让你丧失对他们的善意。 相反,要在两方面同样保守你自己:不仅在坚定的判断与行动上,也在对那些企图阻碍你或以其他方式表示不快的人的温和上。
καὶ γὰρ τοῦτο ἀσθενές, τὸ χαλεπαίνειν αὐτοῖς, ὥσπερ τὸ ἀποστῆναι τῆς πράξεως καὶ ἐνδοῦναι καταπλαγέντα·
因为,对他们发怒同样是一种软弱,正如因恐惧而放弃行动并屈服一样。
ἀμφότεροι γὰρ ἐπίσης λειποτάκται, ὁ μὲν ὑποτρέσας, ὁ δὲ ἀλλοτριωθεὶς πρὸς τὸν φύσει συγγενῆ καὶ φίλον.
因为两者同样是逃兵:一个是因害怕而退缩的人,另一个则是与天生同胞和朋友疏远的人。