Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §11.8.1

断枝的比喻与从共同体分裂的危险

第 420 段,共 486 段 · 希腊语

内容简介

马可·奥勒留用树枝与植物的比喻警告说,憎恨邻人等于自绝于整个共同体,并阐述了重新结合的可能性与频繁分裂的危害。

§11.8.1Κλάδος τοῦ προσεχοῦς κλάδου ἀποκοπεὶς οὐ δύναται μὴ καὶ τοῦ ὅλου φυτοῦ ἀποκεκόφθαι.
被从相邻树枝上砍下的枝条,不可能不与整个植物同时被砍下。
οὕτω δὴ καὶ ἄνθρωπος ἑνὸς ἀνθρώπου ἀποσχισθεὶς ὅλης τῆς κοινωνίας ἀποπέπτωκε.
正是如此,一个人如果与另一个人割裂,也就从整个共同体中坠落了。
κλάδον μὲν οὖν ἄλλος ἀποκόπτει· ἄνθρωπος δὲ αὐτὸς ἑαυτὸν τοῦ πλησίον χωρίζει μισήσας καὶ ἀποστραφείς, ἀγνοεῖ δὲ ὅτι καὶ τοῦ ὅλου πολιτεύματος ἅμα ἀποτέτμηκεν ἑαυτόν.
然而,树枝是由旁人砍下的;人却是因怀恨和厌弃,亲手将自己与邻人隔绝,却不知自己已同时将自己从整个国度中剪除。
πλὴν ἐκεῖνό γε δῶρον τοῦ συστησαμένου τὴν κοινωνίαν Διός· ἔξεστι γὰρ ἡμῖν πάλιν συμφῦναι τῷ προσεχεῖ καὶ πάλιν τοῦ ὅλου συμπληρωτικοῖς γενέσθαι.
不过,这确是建立了共同体的宙斯的恩赐;因为我们有可能重新与相邻者合为一体,并再次成为整个宇宙的补充。
πλεονάκις μέντοι γινόμενον τὸ κατὰ τὴν τοιαύτην διαίρεσιν δυσένωτον καὶ δυσαποκατάστατον τὸ ἀποχωροῦν ποιεῖ.
然而,若是这种分裂多次发生,便会让离去的部分难以结合,难以复原。
ὅλως τε οὐχ ὅμοιος ὁ κλάδος ὁ ἀπ’ ἀρχῆς συμβλαστήσας καὶ σύμπνους συμμείνας τῷ μετὰ τὴν ἀποκοπὴν αὖθις ἐγκεντρισθέντι, ὅ τι ποτὲ λέγουσιν οἱ φυτουργοί.
总之,自始至终共同生长、同气连枝的树枝,绝不同于被砍下后又重新接上的枝条,无论园丁们怎么说。
Ὁμοθαμνεῖν μέν, μὴ ὁμοδογματεῖν δέ.
虽同出一本,却不必墨守一途。

词汇与语法注释

  1. 11.8.1οὐ δύναται μὴ καὶ τοῦ ὅλου φυτοῦ ἀποκεκόφθαι — 双重否定(οὐ δύναται μὴ 连用不定式)表示强烈的必要性(“不可能不……”)。完成时不定式 ἀποκεκόφθαι 强调被砍下后所处的持续状态。
  2. 11.8.1πλεονάκις ... γινόμενον — 现在分词 γινόμενον 为中性单数,修饰主语短语 τὸ κατὰ τὴν τοιαύτην διαίρεσιν(这种分裂产生的事物)。该短语整体限定了动词 ποιεῖ 的直接宾语 τὸ ἀποχωροῦν(离去的部分)的特征。
  3. 11.8.1Ὁμοθαμνεῖν μέν, μὴ ὁμοδογματεῖν δέ — 由 μέν... δέ 对比的两个不定式(ὁμοθαμνεῖν 与 ὁμοδογματεῖν)在没有主语或主导动词的情况下独立使用,充当表示命令或劝诫的独立不定式。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §11.8.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:11.8.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。