§11.10.1ʽΟὐκ ἔστι χείρων οὐδεμία φύσις τέχνηςʼ καὶ γὰρ αἱ τέχναι τὰς φύσεις μιμοῦνται.
“没有任何自然低于艺术”,因为艺术模仿自然。
εἰ δὲ τοῦτο, ἡ πασῶν τῶν ἄλλων τελεωτάτη καὶ περιληπτικωτάτη φύσις οὐκ ἂν ἀπολείποιτο τῆς τεχνικῆς εὐμηχανίας.
如果这是真的,那么在所有其他自然中最为完美、最包容的自然,绝不会逊色于艺术的精巧。
πᾶσαι δέ γε τέχναι τῶν κρειττόνων ἕνεκεν τὰ χείρω ποιοῦσιν· οὐκοῦν καὶ ἡ κοινὴ φύσις.
然而,一切艺术都是为了较优的事物而制作较劣的事物;因此,共同的自然也是如此。
καὶ δὴ ἔνθεν μὲν γένεσις δικαιοσύνης, ἀπὸ δὲ ταύτης αἱ λοιπαὶ ἀρεταὶ ὑφίστανται·
正是由此,一方面产生了正义,另一方面,其余的德性也从正义中确立起来。
οὐ γὰρ τηρηθήσεται τὸ δίκαιον, ἐὰν ἤτοι διαφερώμεθα πρὸς τὰ μέσα ἢ εὐεξαπάτητοι καὶ προπτωτικοὶ καὶ μεταπτωτικοὶ ὦμεν.
因为如果我们要么对中性事物斤斤计较,要么容易受骗、鲁莽且反复无常,正义就无法得到维持。