Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §11.20.1-11.20.2

服从秩序的诸元素与理性不服从的荒谬

第 432 段,共 486 段 · 希腊语

内容简介

文本指出,构成身体的火、土等物理元素尽管违背其天然倾向,仍服从宇宙整体秩序而结合留存。相反,它指出了唯独人的理智部分不服从并抗拒其天然职责的荒谬性。

§11.20.1Τὸ μὲν πνευμάτιόν σου καὶ τὸ πυρῶδες πᾶν, ὅσον ἐγκέκραται, καίτοι φύσει ἀνωφερῆ ὄντα, ὅμως πειθόμενα τῇ τῶν ὅλων διατάξει παρακρατεῖται ἐνταῦθα ἐπὶ τοῦ συγκρίματος.
你的微弱气息和所有火性的部分,凡是混合在内的,尽管天生具有向上运动的性质,但仍然服从整体的秩序,被留在此处的结合体中。
καὶ τὸ γεῶδες δὲ τὸ ἐν σοὶ πᾶν καὶ τὸ ὑγρόν, καίτοι κατωφερῆ ὄντα, ὅμως ἐγήγερται καὶ ἕστηκε τὴν οὐχ ἑαυτῶν φυσικὴν στάσιν.
而你内在的所有地性与液性的部分,尽管天生具有向下运动的性质,却仍然被提升,并立于非其自身天然的位置。
οὕτως ἄρα καὶ τὰ στοιχεῖα ὑπακούει τοῖς ὅλοις, ἐπειδάν που καταταχθῇ σὺν βίᾳ, μένοντα μέχρις ἂν ἐκεῖθεν πάλιν τὸ ἐνδόσιμον τῆς διαλύσεως σημήνῃ.
因此,诸元素也是这样服从于整体,一旦在某处被强制安置,它们就会留在那里,直到再次从那里发出分解的信号。
§11.20.2οὐ δεινὸν οὖν μόνον τὸ νοερόν σου μέρος ἀπειθὲς εἶναι καὶ ἀγανακτεῖν τῇ ἑαυτοῦ χώρᾳ;
那么,唯独你理智的部分是不顺从的,且对它自己的位置感到不满,这岂非一桩怪事?
καίτοι οὐδέν γε βίαιον τούτῳ ἐπιτάσσεται, ἀλλὰ μόνα ὅσα κατὰ φύσιν ἐστὶν αὐτῷ· οὐ μέντοι ἀνέχεται, ἀλλὰ τὴν ἐναντίαν φέρεται.
然而并没有强加给它任何暴力的命令,而只有凡是符合其本性的事情;但它却不予忍耐,反而背道而驰。
ἡ γὰρ ἐπὶ τὰ ἀδικήματα καὶ τὰ ἀκολαστήματα καὶ τὰς ὀργὰς καὶ τὰς λύπας καὶ τοὺς φόβους κίνησις οὐδὲν ἄλλο ἐστὶν ἢ ἀφισταμένου τῆς φύσεως.
因为向着不义、放纵、愤怒、悲伤和恐惧的运动,无非是偏离自然者的运动。
καὶ ὅταν δέ τινι τῶν συμβαινόντων δυσχεραίνῃ τὸ ἡγεμονικόν, καταλείπει καὶ τότε τὴν ἑαυτοῦ χώραν· πρὸς ὁσιότητα γὰρ καὶ θεοσέβειαν κατεσκεύασται οὐχ ἧττον ἢ πρὸς δικαιοσύνην.
而当支配中枢对所发生的任何事情感到不满时,它在那时也同样放弃了它自己的位置;因为它的构造是为了虔敬和敬神,不亚于为了正义。
καὶ γὰρ ταῦτα ἐν εἴδει ἐστὶ τῆς εὐκοινωνησίας, μᾶλλον δὲ πρεσβύτερα τῶν δικαιοπραγημάτων.
因为这些也属于良好社会性的一种,甚至可以说是先于正义行为的。

词汇与语法注释

  1. §11.20.1τὴν οὐχ ἑαυτῶν φυσικὴν στάσιν — 伴随动词 ἕστηκε(站立)的同族宾语(或表示状态/方式的宾语)。οὐχ ἑαυτῶν 意为“非它们(土和水)自身的”,指本性向下的元素在结合体中被提升并处于一种对其不自然的静止状态(στάσις)。
  2. §11.20.2ἀφισταμένου τῆς φύσεως — 动词 ἀφίσταμαι(背离、偏离)的现在中动分词属格。它作为修饰 κίνησις(运动)的描述性属格(“偏离……之人的运动”)。分词的逻辑主语可以是指“理智的部分”(τὸ νοερὸν μέρος),亦可指泛指的偏离自然的主体。
  3. §11.20.2πρεσβύτερα — 形容词 πρέσβυς(年长的、古老的)的比较级中性复数。在此处不仅指“时间上的先在”,也指“更为根本”或“(价值上)更为优先”。对神灵的虔敬与崇敬被视为比人与人之间的正义行为(δικαιοπραγημάτων)更为根源的社会共同性形式。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §11.20.1-11.20.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:11.20.1-11.20.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。