§11.19.1Τέσσαρας μάλιστα τροπὰς τοῦ ἡγεμονικοῦ παραφυλακτέον διηνεκῶς καὶ ἐπειδὰν φωράσῃς ἀπαλειπτέον, ἐπιλέγοντα ἐφ’ ἑκάστου οὕτως· τοῦτο τὸ φάντασμα οὐκ ἀναγκαῖον· τοῦτο λυτικὸν κοινωνίας· τοῦτο οὐκ ἀπὸ σαυτοῦ μέλλεις λέγειν· τὸ γὰρ μὴ ἀφ’ ἑαυτοῦ λέγειν ἐν τοῖς ἀτοπωτάτοις νόμιζε.
必须时刻警惕支配中枢的特别是四种偏向,一旦发现就必须将其抹去,对每一种偏向要这样说:“这种表象是不必要的;这是破坏共同体的;这不是你真心想说的话(因为应该认为,不发自内心说话是最荒谬的事情之一)。
τέταρτον δέ ἐστι, καθὸ σεαυτῷ ὀνειδιεῖς, ὅτι τοῦτο ἡττωμένου ἐστὶ καὶ ὑποκατακλινομένου τοῦ ἐν σοὶ θειοτέρου μέρους τῇ ἀτιμοτέρᾳ καὶ θνητῇ μοίρᾳ, τῇ τοῦ σώματος καὶ ταῖς τούτου τραχείαις ἢ λείαις κινήσεσιν.
”第四种则是你以此指责自己的:即这表明你心中那更神圣的部分,向那较卑下且终有一死的份额——即身体的份额及其粗糙或平滑的运动——屈服并妥协。