Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §11.18.1-11.18.6

应对他人过错与克制愤怒的十项准则

第 430 段,共 486 段 · 希腊语

内容简介

作者告诫自己记住源自缪斯的“九个要点”以及来自阿波罗的“第十个礼物”,以此应对他人的过错并克制自己的愤怒。

§11.18.1Πρῶτον, τίς ἡ πρὸς αὐτούς μοι σχέσις καὶ ὅτι ἀλλήλων ἕνεκεν γεγόναμεν καὶ καθ’ ἕτερον λόγον προστησόμενος αὐτῶν γέγονα ὡς κριὸς ποίμνης ἢ ταῦρος ἀγέλης.
第一,我与他们的关系如何,以及我们是为彼此而生的;并且从另一个角度来说,我生来就是为了领导他们,如同公羊领导羊群、公牛领导牛群。
ἄνωθεν δὲ ἔπιθι ἀπὸ τοῦ· εἰ μὴ ἄτομοι, φύσις ἡ τὰ ὅλα διοικοῦσα· εἰ τοῦτο, τὰ χείρονα τῶν κρειττόνων ἕνεκεν, ταῦτα δὲ ἀλλήλων.
此外,还要从最根本的原理开始上溯:如果世界不是由原子构成的,那就是自然在统治万物;如果是这样,那么劣等的事物是为优等的事物而存在的,而优等的事物则是为彼此而存在的。
Δεύτερον δέ, ὁποῖοί τινές εἰσιν ἐπὶ τῆς τραπέζης, ὲν τῷ κλιναρίῳ, τἄλλα· μάλιστα δέ, οἵας ἀνάγκας δογμάτων κειμένας ἔχουσι· καὶ αὐτὰ δὲ ταῦτα, μεθ’ οἵου τύφου ποιοῦσιν.
第二,他们在餐桌上、在床榻上以及在其他地方是怎样的人;特别是,他们承受着怎样不得不遵循的教条,以及他们在做这些事情时带着怎样的傲慢。
§11.18.2Τρίτον, ὅτι, εἰ μὲν ὀρθῶς ταῦτα ποιοῦσιν, οὐ δεῖ δυσχεραίνειν· εἰ ὀ οὐκ ὀρθῶς, δηλονότι ἄκοντες καὶ ἀγνοοῦντες.
第三,如果他们做得对,你就不应该不高兴;如果做得不对,显然他们是违背意愿且在无知中做的。
πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται, ὥσπερ τοῦ ἀληθοῦς, οὕτως καὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ προσφέρεσθαι.
因为正如每一个灵魂都非自愿地被剥夺了真理一样,它也同样非自愿地被剥夺了按价值对待每个人的能力。
ἄχθονται γοῦν ἀκούοντες ἄδικοι καὶ ἀγνώμονες καὶ πλεονέκται καὶ καθάπαξ ἁμαρτητικοὶ περὶ τοὺς πλησίον.
因此,当他们被称为不公、忘恩负义、贪婪,以及总之是对邻人犯下过错的人时,他们会感到痛苦。
Τέταρτον, ὅτι καὶ αὐτὸς πολλὰ ἁμαρτάνεις καὶ ἄλλος τοιοῦτος εἷ· καὶ εἴ τινων δὲ ἁμαρτημάτων ἀπέχῃ, ἀλλὰ τήν γε ἕξιν ἐποιστικὴν ἔχεις, εἰ καὶ διὰ δειλίαν ἢ δοξοκοπίαν ἢ τοιοῦτό τι κακὸν ἀπέχῃ τῶν ὁμοίων ἁμαρτημάτων.
第四,你唯恐自己也犯了许多过错,并与他们是同类人;即使你避免了某些过错,但你至少拥有犯下这些过错的倾向,即使是因为胆怯、虚荣或类似的恶德,你才没有犯下同类的过错。
§11.18.3Πέμπτον, ὅτι οὐδὲ εἰ ἁμαρτάνουσι κατείληφας· πολλὰ γὰρ κατ’ οἰκονομίαν γίνεται καὶ ὅλως πολλὰ δεῖ πρότερον μαθεῖν, ἵνα τις περὶ ἀλλοτρίας πράξεως καταληπτικῶς τι ἀποφήνηται.
第五,你甚至无法断定他们是否真的犯了错;因为许多事情是作为应对情况的权宜之计而做的,而且总之,一个人必须首先学习许多事情,然后才能对他人的行为做出确切的判断。
Ἕκτον, ὅτι, ὅταν λίαν ἀγανακτῇς ἢ καὶ δυσπαθῇς, ἀκαριαῖος ὁ ἀνθρώπειος βίος καὶ μετ’ ὀλίγον πάντες ἐξετάθημεν.
第六,当你极其愤怒或痛苦时,人的生命不过是转瞬即逝的,不久我们都将躺下(死去)。
Ἕβδομον, ὅτι οὐχ αἱ πράξεις αὐτῶν ἐνοχλοῦσιν ἡμῖν· ἐκεῖναι γάρ εἰσιν ἐν τοῖς ἐκείνων ἡγεμονικοῖς· ἀλλὰ αἱ ἡμέτεραι ὑπολήψεις.
第七,打扰我们的不是他们的行为——因为那些行为存在于他们自己的支配中枢中——而是我们自己的判断。
ἆρον γοῦν καὶ θέλησον ἀφεῖναι τὴν ὡς περὶ δεινοῦ κρίσιν καὶ ἀπῆλθεν ἡ ὀργή.
因此,消除并愿意放弃那种认为这些事情是可怕的判断,你的愤怒就会消失。
πῶς οὖν ἀρεῖς;
那么,你将如何消除它?
λογισάμενος ὅτι οὐκ αἰσχρόν· ἐὰν γὰρ μὴ μόνον ᾖ τὸ αἰσχρὸν κακόν, ἀνάγκη καὶ σὲ πολλὰ ἁμαρτάνειν καὶ λῃστὴν καὶ παντοῖον γενέσθαι.
通过思考这并非你之耻辱;因为除非耻辱是唯一的邪恶,否则你必然也会犯下许多过错,并成为强盗和各种各样的人。
§11.18.4Ὄγδοον, ὅσῳ χαλεπώτερα ἐπιφέρουσιν αἱ ὀργαὶ καὶ λῦπαι αἱ ἐπὶ τοῖς τοιούτοις, ἤπερ αὐτά ἐστιν ἐφ’ οἷς ὀργιζόμεθα καὶ λυπούμεθα.
第八,这些事情引起的愤怒和悲伤带给我们的痛苦,要比让我们感到愤怒和悲伤的事情本身严重得多。
Ἔνατον, ὅτι τὸ εὐμενὲς ἀνίκητον, ἐὰν γνήσιον ᾖ καὶ μὴ σεσηρὸς μηδὲ ὑπόκρισις.
第九,善意是无敌的,只要它是真诚的,而不是假笑或虚伪。
τί γάρ σοι ποιήσει ὁ ὑβριστικώτατος, ἐὰν διατελῇς εὐμενὴς αὐτῷ καί, εἰ οὕτως ἔτυχε, πρᾴως παραινῇς καὶ μεταδιδάσκῃς εὐσχολῶν παρ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὅτε κακοποιεῖν σε ἐπιχειρεῖ·
因为如果对最傲慢的人,你一直保持善意,并且如果机会允许,在他企图伤害你的那一刻,你温和地劝告并平静地引导他,他能把你怎么样呢?
ʽμή, τέκνον· πρὸς ἄλλο πεφύκαμεν.
“不要这样,我的孩子,我们生来是为了做别的事的。
ἐγὼ μὲν οὐ μὴ βλαβῶ, σὺ δὲ βλάπτῃ, τέκνον.
我绝不会受伤害,但你却在伤害自己,我的孩子。
ʼ καὶ δεικνύναι εὐαφῶς καὶ ὁλικῶς ὅτι τοῦτο οὕτως ἔχει, ὅτι οὐδὲ μέλισσαι αὐτὸ ποιοῦσιν οὐδ’ ὅσα συναγελαστικὰ πέφυκε.
”并且要温和地、大局性地向他指出,情况确实如此,即使是蜜蜂也不做这种事,任何天生群居的动物也不做。
δεῖ δὲ μήτε εἰρωνικῶς αὐτὸ ποιεῖν μήτε ὀνειδιστικῶς, ἀλλὰ φιλοστόργως καὶ ἀδήκτως τῇ ψυχῇ καὶ μὴ ὡς ἐν σχολῇ μηδὲ ἵνα ἄλλος παραστὰς θαυμάσῃ, ἀλλ’ ἤτοι πρὸς μόνον καὶ ἐὰν ἄλλοι τινὲς περιεστήκωσι.
但做这件事时既不能带讽刺,也不能带指责,而要充满爱意,灵魂中不带任何刺痛;不要像在学校里讲课一样,也不要为了让旁观者赞美你,而要只对他一个人说,即使有其他人在场。
§11.18.5Τούτων τῶν ἐννέα κεφαλαίων μέμνησο ὡς παρὰ τῶν Μουσῶν δῶρα εἰληφὼς καὶ ἄρξαι ποτὲ ἄνθρωπος εἶναι, ἕως ζῇς.
记住这九个要点,把它们当作从缪斯那里得到的礼物,并在你活着的时候终于开始成为一个人。
φυλακτέον δὲ ἐπίσης τῷ ὀργίζεσθαι αὐτοῖς τὸ κολακεύειν αὐτούς· ἀμφότερα γὰρ ἀκοινώνητα καὶ πρὸς βλάβην φέρει.
但必须同样警惕对他们发怒和奉迎他们;因为这两者都是反社会的,并且会带来伤害。
πρόχειρον δὲ ἐν ταῖς ὀργαῖς ὅτι οὐχὶ τὸ θυμοῦσθαι ἀνδρικόν, ἀλλὰ τὸ πρᾷον καὶ ἥμερον ὥσπερ ἀνθρωπικώτερον, οὕτως καὶ ἀρρενικώτερον καὶ ἰσχύος καὶ νεύρων καὶ ἀνδρείας τούτῳ μέτεστιν, οὐχὶ τῷ ἀγανακτοῦντι καὶ δυσαρεστοῦντι·
在愤怒时,要随时准备好这一想法:发怒并非男子气概的体现,相反,温和与柔顺越具有人情味,就越具有男子气概;拥有这些品质的人拥有力量、活力和勇气,而不是那个愤愤不平、满腹牢骚的人。
ὅσῳ γὰρ ἀπαθείᾳ τοῦτο οἰκειότερον, τοσούτῳ καὶ δυνάμει.
因为这越接近无情念,就越接近力量。
ὥσπερ τε ἡ λύπη ἀσθενοῦς, οὕτως καὶ ἡ ὀργή· ἀμφότεροι γὰρ τέτρωνται καὶ ἐνδεδώκασιν.
正如悲伤是虚弱的标志,愤怒也是如此;因为在这两种情况下,他们都受到了伤害并屈服了。
§11.18.6Εἰ δὲ βούλει, καὶ δέκατον παρὰ τοῦ Μουσηγέτου δῶρον λάβε, ὅτι τὸ μὴ ἀξιοῦν ἁμαρτάνειν τοὺς φαύλους μανικόν· ἀδυνάτου γὰρ ἐφίεται.
如果你愿意,还可以从缪斯领袖那里接受第十个礼物,即:期望恶人不犯错是疯狂的,因为这是在追求不可能的事。
τὸ δὲ συγχωρεῖν ἄλλοις μὲν εἶναι τοιούτους, ἀξιοῦν δὲ μὴ εἰς σὲ ἁμαρτάνειν, ἄγνωμον καὶ τυραννικόν.
但是,允许他们对别人是那样的人,却期望他们不对你犯错,这是不合情理且专横的。

词汇与语法注释

  1. 11.18.1προστησόμενος — 动词 προΐστημι 的将来时中动分词,依附于动词 γέγονα 以表示目的(“为了统治/领导”)。
  2. 11.18.1εἰ μὴ ἄτομοι, φύσις ἡ τὰ ὅλα διοικοῦσα — 在两个分句中都省略了系动词(εἰσί / ἐστί)的简练假设句:即 εἰ μὴ ἄτομοί [εἰσι], φύσις [ἐστὶν] ἡ τὰ ὅλα διοικοῦσα。它体现了斯多葛学派在原子论与神圣自然论之间的根本抉择。
  3. 11.18.2ἀκούοντες — 动词 ἀκούω 作被动意(“被称为”、“听到自己被称为”),并带有主格补语(ἄδικοι...)。因此,此分词表示“听到自己被称为[不公义者等]时”。
  4. 11.18.3καὶ ἀπῆλθεν ἡ ὀργή — 祈使句(ἆρον καὶ θέλησον)后接 καί 与不定过去时直陈式(ἀπῆλθεν),用以表示具有即时确定性的条件结果:“这样做,(立刻)你的愤怒就消失了”。
  5. 11.18.5ὅσῳ γὰρ ἀπαθείᾳ τοῦτο οἰκειότερον, τοσούτῳ καὶ δυνάμει — 使用关系副词 ὅσῳ 与指示副词 τοσούτῳ 的相关比较句式(“越……,就越……”)。与格的 ἀπαθείᾳ(无情念)与 δυνάμει(力量)用作比较级形容词 οἰκειότερον(更接近)的补语。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §11.18.1-11.18.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:11.18.1-11.18.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。