§11.15.1Ὡς σαπρὸς καὶ κίβδηλος ὁ λέγων· ἐγὼ προῄρημαι ἁπλῶς σοι προσφέρεσθαι.
那个说“我已决定对你真诚相待”的人,是多么虚伪和伪善。
τί ποιεῖς, ἄνθρωπε;
朋友,你在做什么?
τοῦτο οὐ δεῖ προλέγειν.
这不需要提前宣告。
αὐτὸ φανήσεται· ἐπὶ τοῦ μετώπου γεγράφθαι ὀφείλει·
它自己会显露出来;它应当写在你的额头上。
εὐθὺς ἡ φωνὴ τοιοῦτον ἠχεῖ, εὐθὺς ἐν τοῖς ὄμμασιν ἐξέχει, ὡς τῶν ἐραστῶν ἐν τῷ βλέμματι πάντα εὐθὺς γνωρίζει ὁ ἐρώμενος.
声音立刻会发出这样的回响,眼睛里立刻会显露出来,正如被爱者在爱人们的眼神中立刻能察觉一切一样。
τοιοῦτον ὅλως δεῖ τὸν ἁπλοῦν καὶ ἀγαθὸν εἶναι, οἶον γράσωνα, ἵνα ὁ παραστὰς ἅμα τῷ προσελθεῖν, θέλει οὐ θέλει, αἴσθηται.
一个真诚而善良的人应当完全是这样,就像一个身上有强烈的狐臭的人,以至于站在他身边的人,一走近,无论愿意与否,立刻就能察觉。
ἐπιτήδευσις δὲ ἁπλότητος σκάλμη ἐστίν.
但对真诚的刻意伪装是一把弯刀。
οὐδέν ἐστιν αἴσχιον λυκοφιλίας· πάντων μάλιστα τοῦτο φεῦγε.
没有什么比狼一般的友谊更可耻的了;要最极力避免这一点。
ὁ ἀγαθὸς καὶ ἁπλοῦς καὶ εὐμενὴς ἐν τοῖς ὄμμασιν ἔχουσι ταῦτα καὶ οὐ λανθάνει.
善良、真诚、友善的人,他们的眼睛里就含有这些品质,绝不会被忽略。