§11.16.1Κάλλιστα διαζῆν, δύναμις αὕτη ἐν τῇ ψυχῇ, ἐὰν πρὸς τὰ ἀδιάφορά τις ἀδιαφορῇ.
活得最好,这一力量就在灵魂之中,只要人对无所谓的事物保持无所谓。
ἀδιαφορήσει δέ, ἐὰν ἕκαστον αὐτῶν θεωρῇ διῃρημένως καὶ ὁλικῶς καὶ μεμνημένος ὅτι οὐδὲν αὐτῶν ὑπόληψιν περὶ αὐτοῦ ἡμῖν ἐμποιεῖ οὐδὲ ἔρχεται ἐφ’ ἡμᾶς, ἀλλὰ τὰ μὲν ἀτρεμεῖ, ἡμεῖς δέ ἐσμεν οἱ τὰς περὶ αὐτῶν κρίσεις γεννῶντες καὶ οἷον γράφοντες ἐν ἑαυτοῖς, ἐξὸν μὲν μὴ γράφειν, ἐξὸν δέ, κἄν που λάθῃ, εὐθὺς ἐξαλεῖψαι· ὅτι ὀλίγου χρόνου ἔσται ἡ τοιαύτη προσοχὴ καὶ λοιπὸν πεπαύσεται ὁ βίος.
而如果他能分剖地且整体地观察它们之中的每一个,并且牢记它们中没有任何一个会在我们心中产生关于自身的判断,也不会主动找上我们,他便能保持无所谓。 相反,它们安然不动,而正是我们在产生关于它们的判断,并仿佛将其书写在自己心中,虽则我们本可以不写,且即使在某处不经意地写下了,也完全可以立刻抹去;因为这种专注只会持续很短的时间,此后生命便宣告结束。
τί μέντοι δύσκολον ἄλλως ἔχειν ταῦτα;
那么,这些事情若非如此,又有什么可为难的呢?
εἰ μὲν γὰρ κατὰ φύσιν ἐστί, χαῖρε αὐτοῖς καὶ ῥᾴδια ἔστω σοι· εἰ δὲ παρὰ φύσιν, ζήτει τί ἐστί σοι κατὰ τὴν σὴν φύσιν καὶ ἐπὶ τοῦτο σπεῦδε, κἂν ἄδοξον ᾖ· παντὶ γὰρ συγγνώμη τὸ ἴδιον ἀγαθὸν ζητοῦντι.
因为,如果是顺乎自然的,你就为此高兴,并让它们对你而言变得轻松;但如果是违背自然的,就去寻找什么才是顺乎你自身自然的,并向着这个方向努力,即使它并无名声;因为凡是追求自身之善的人,都是值得原谅的。