§11.11.1Οὐκ ἔρχεται ἐπὶ σὲ τὰ πράγματα ὧν αἱ διώξεις καὶ φυγαὶ θορυβοῦσί σε, ἀλλὰ τρόπον τινὰ αὐτὸς ἐπ̓ ἐκεῖνα ἔρχῃ·
那些其追求与回避使你动荡不安的事物,并不会主动找上你,相反,在某种意义上是你自己走向了它们。
τὸ γοῦν κρῖμα τὸ περὶ αὐτῶν ἡσυχαζέτω κἀκεῖνα μενεῖ ἀτρεμοῦντα καὶ οὔτε διώκων οὔτε φεύγων ὀφθήσῃ.
无论如何,让关于它们的判断平息下来吧,这样那些事物也会保持静止,而你也将不再被看到去追求或回避它们。