§10.38.1Μέμνησο ὅτι τὸ νευροσπαστοῦν ἐστιν ἐκεῖνο τὸ ἔνδον ἐγκεκρυμμένον· ἐκεῖνο ῥητορεία, ἐκεῖνο ζωή, ἐκεῖνο, εἰ δεῖ εἰπεῖν, ἄνθρωπος.
请记住,那拉动傀儡丝线的,是那隐藏在内部的东西;那才是说服力,那才是生命,那才是(如果可以这样说的话)人本身。
μηδέποτε συμπεριφαντάζου τὸ περικείμενον ἀγγειῶδες καὶ τὰ ὀργάνια ταῦτα τὰ περιπεπλασμένα· ὅμοια γάρ ἐστι σκεπάρνῳ, μόνον διαφέροντα, καθότι προσφυῆ ἐστιν.
绝不要在你的想象中将那包裹在外呈容器状的肉体以及这些依附在外的器官与之混为一谈;因为它们就像是一把手斧,唯一的区别仅在于它们是与我们生来相连的。
ἐπεί τοι οὐ μᾶλλόν τι τούτων ὄφελός ἐστι τῶν μορίων χωρὶς τῆς κινούσης καὶ ἰσχούσης αὐτὰ αἰτίας, ἢ τῆς κερκίδος τῇ ὑφαντρίᾳ καὶ τοῦ καλάμου τῷ γράφοντι καὶ τοῦ μαστιγίου τῷ ἡνιόχῳ.
事实上,若没有那驱动并制动它们的起因,这些部位的用处,并不会多于织女的梭子、书写者的芦苇笔以及御者的鞭子。