§10.9.1Μῖμος, πόλεμος, πτοία, νάρκα, δουλεία·
戏剧、战争、激动、麻木、奴役。
καθ’ ἡμέραν ἀπαλείψεταί σου τὰ ἱερὰ ἐκεῖνα δόγματα, ὁπόσα ἀφυσιολογήτως φαντάζῃ καὶ παραπέμπεις.
日复一日,你的那些神圣教义将会被抹去,即所有那些你非自然学地想象并予以放过的教义。
δεῖ δὲ πᾶν οὕτω βλέπειν καὶ πράσσειν ὥστε καὶ τὸ πρακτικὸν ἅμα συντελεῖσθαι καὶ ἅμα τὸ θεωρητικὸν ἐνεργεῖσθαι καὶ τὸ ἐκ τῆς περὶ ἑκάστων ἐπιστήμης αὔθαδες σῴζεσθαι λανθάνον, οὐχὶ κρυπτόμενον.
然而,人必须如此观察和做一切事,以致既使实践活动同时得以完成,又使理论沉思得以运作,并且使那源于对每件事物的知识的自信,在不引人注目而非故意隐瞒的情况下得以保持。
πότε γὰρ ἁπλότητος ἀπολαύσεις;
因为你何时才能享受单纯?
πότε δὲ σεμνότητος;
何时享受庄重?
πότε δὲ τῆς ἐφ’ ἑκάστου γνωρίσεως, τί τε ἐστὶ κατ̓ οὐσίαν καὶ τίνα χώραν ἔχει ἐν τῷ κόσμῳ καὶ ἐπὶ πόσον πέφυκεν ὑφίστασθαι καὶ ἐκ τίνων συγκέκριται καὶ τίσι δύναται ὑπάρχειν καὶ τίνες δύνανται αὐτὸ διδόναι τε καὶ ἀφαιρεῖσθαι;
何时享受对每件事物的认识——即它在本性上是什么,在宇宙中占有什么地位,自然地适合存在多久,它由什么构成,它能属于谁,以及谁能给予并夺走它?