§10.7.1Τοῖς μέρεσι τοῦ ὅλου, ὅσα φύσει περιέχεται ὑπὸ τοῦ κόσμου, ἀνάγκη φθείρεσθαι· λεγέσθω δὲ τοῦτο σημαντικῶς τοῦ ἀλλοιοῦσθαι.
对于整体的各个部分而言——凡是被宇宙自然地包容在内的——走向消灭是必然的;但且让我们把这一词说成是指变化。
εἰ δὲ φύσει κακόν τε καὶ ἀναγκαῖόν ἐστι τοῦτο αὐτοῖς, οὐκ ἂν τὸ ὅλον καλῶς διεξάγοιτο τῶν μερῶν εἰς ἀλλοίωσιν ἰόντων καὶ πρὸς τὸ φθείρεσθαι διαφόρως κατεσκευασμένων.
如果这对于它们而言既是自然之恶又是必然的,那么,在部分走向变化且被以不同方式构造成易于消灭的情况下,整体又怎能运行良好呢?
πότερον γὰρ ἐπεχείρησεν ἡ φύσις αὐτὴ τὰ ἑαυτῆς μέρη κακοῦν καὶ περιπτωτικὰ τῷ κακῷ καὶ ἐξ ἀνάγκης ἔμπτωτα εἰς τὸ κακὸν ποιεῖν, ἢ ἔλαθεν αὐτὴν τοιάδε τινὰ γινόμενα;
因为,难道是自然本身企图危害自己的部分,使它们易于遭遇恶且必然落入恶之中,还是它没有注意到这类事情正在发生?
ἀμφότερα γὰρ ἀπίθανα.
因为这两种情况都是难以置信的。
§10.7.2εἰ δέ τις καὶ ἀφέμενος τῆς φύσεως κατὰ τὸ πεφυκέναι ταῦτα ἐξηγοῖτο, καὶ ὣς γελοῖον ἅμα μὲν φάναι πεφυκέναι τὰ μέρη τοῦ ὅλου μεταβάλλειν, ἅμα δὲ ὡς ἐπί τινι τῶν παρὰ φύσιν συμβαίνοντι θαυμάζειν ἣ δυσχεραίνειν, ἄλλως τε καὶ τῆς διαλύσεως εἰς ταῦτα γινομένης, ἐξ ὧν ἕκαστον συνίσταται.
但即使有人抛开“自然”,仅根据其本性来解释这些事情,那么一方面声称整体的部分生来就是要变化的,另一方面又对好似发生了违反自然的事情感到惊异或不满,这也同样是荒谬的,尤其是因为解体正是向着构成每一事物的那些要素进行的。
ἤτοι γὰρ σκεδασμὸς στοιχείων, ἐξ ὧν συνεκρίθη, ἢ τροπὴ τοῦ μὲν στερεμνίου εἰς τὸ γεῶδες, τοῦ δὲ πνευματικοῦ εἰς τὸ ἀερῶδες, ὥστε καὶ ταῦτα ἀναληφθῆναι εἰς τὸν τοῦ ὅλου λόγον, εἴτε κατὰ περίοδον ἐκπυρουμένου εἴτε ἀιδίοις ἀμοιβαῖς ἀνανεουμένου.
因为这要么是构成它的元素的消散,要么是固体部分转化为土性物质、气体部分转化为空气,从而使这些也被收回到整体的理法之中,无论是整体周期性地遭遇大火,还是通过永恒的交替而更新。
§10.7.3καὶ τὸ στερέμνιον δὲ καὶ τὸ πνευματικὸν μὴ φαντάζου τὸ ἀπὸ τῆς πρώτης γενέσεως· πᾶν γὰρ τοῦτο ἐχθὲς καὶ τρίτην ἡμέραν ἐκ τῶν σιτίων καὶ τοῦ ἑλκομένου ἀέρος τὴν ἐπιρροὴν ἔλαβεν· τοῦτο οὖν ὃ ἔλαβε μεταβάλλει, οὐχ ὃ ἡ μήτηρ ἔτεκεν.
此外,不要把固体和气体部分想象成来自最初的诞生;因为所有这一切只是在昨天或前天,从食物和吸入的空气中获得了流入;因此,发生变化的是这所接收到的部分,而不是母亲所生下的部分。
ὑπόθου δ’ ὅτι ἐκείνῳ σε λίαν προσπλέκει τῷ ἰδίως ποιῷ, οὐδὲν ὄντι οἶμαι πρὸς τὸ νῦν λεγόμενον.
但是,假设它把你与那种独特的个体性质过紧地联系在一起,我认为这对于现在所说的话并无关系。