Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §10.6.1-10.6.2

作为整体的一部分与顺应命运

第 380 段,共 486 段 · 希腊语

内容简介

无论宇宙是由原子组成还是由自然主宰,作者认为只要确认自己是整体的一部分并与同类休戚与共,便能乐意接受一切命运,并为共同利益而行动,使生命顺畅流淌。

§10.6.1Εἴτε ἄτομοι εἴτε φύσις, πρῶτον κείσθω ὅτι μέρος εἰμὶ τοῦ ὅλου ὑπὸ φύσεως διοικουμένου· ἔπειτα, ὅτι ἔχω πως οἰκείως πρὸς τὰ ὁμογενῆ μέρη.
无论是原子还是自然,首先应该确立的是,我是由自然所支配的整体的一部分;其次,我在某种程度上与同类的部分有着亲密的关系。
τούτων γὰρ μεμνημένος, καθότι μὲν μέρος εἰμί, οὐδενὶ δυσαρεστήσω τῶν ἐκ τοῦ ὅλου ἀπονεμομένων· οὐδὲν γὰρ βλαβερὸν τῷ μέρει ὃ τῷ ὅλῳ συμφέρει.
因为记住这些,只要我还是一个部分,我就不会对整体所分配给我的任何事物感到不满;因为凡是对整体有利的,对部分决无危害。
οὐ γὰρ ἔχει τι τὸ ὅλον ὃ μὴ συμφέρει ἑαυτῷ, πασῶν μὲν φύσεων κοινὸν ἐχουσῶν τοῦτο, τῆς δὲ τοῦ κόσμου προσειληφυίας τὸ μηδὲ ὑπό τινος ἔξωθεν αἰτίας ἀναγκάζεσθαι βλαβερόν τι ἑαυτῇ γεννᾶν.
因为整体不包含任何对自己不利的东西,这固然是一切自然所共有的属性,但宇宙的自然还额外具有这一点,即它绝不会被任何外部原因强迫去产生对自己有害的东西。
§10.6.2κατὰ μὲν δὴ τὸ μεμνῆσθαι ὅτι μέρος εἰμὶ ὅλου τοῦ τοιούτου, εὐαρεστήσω παντὶ τῷ ἀποβαίνοντι, καθόσον δὲ ἔχω πως οἰκείως πρὸς τὰ ὁμογενῆ μέρη, οὐδὲν πράξω ἀκοινώνητον, μᾶλλον δὲ στοχάσομαι τῶν ὁμογενῶν καὶ πρὸς τὸ κοινῇ συμφέρον πᾶσαν ὁρμὴν ἐμαυτοῦ ἄξω καὶ ἀπὸ τοὐναντίου ἀπάξω.
因此,根据记住我是这样一个整体的一部分这一点,我将乐意接受发生的一切;而只要我在某种程度上与同类的部分有着亲密的关系,我就绝不做任何违背社会的事,反而会关照我的同类,将我的一切冲动导向共同的利益,并使之远离其对立面。
τούτων δὲ οὕτως περαινομένων ἀνάγκη τὸν βίον εὐροεῖν, ὡς ἂν καὶ πολίτου βίον εὔρουν ἐπινοήσειας προιόντος διὰ πράξεων τοῖς πολίταις λυσιτελῶν καὶ ὅπερ ἂν ἡ πόλις ἀπονέμῃ, τοῦτο ἀσπαζομένου.
如果这些事情得以如此实现,生命必然畅流无阻,正如你所设想的一个公民的生命顺畅度过一样,他通过对公民有益的行动不断前行,并欣然接受国家所分配给传他的一切。

词汇与语法注释

  1. §10.6.1Εἴτε ἄτομοι εἴτε φύσις — 省略了动词(如“是”)的名词短语,用以对比古代两大宇宙学说(原子论与斯多葛派的自然论),表达让步假设:“无论[宇宙是由]原子[构成]还是[由]自然[主宰]”。
  2. §10.6.1πασῶν μὲν φύσεων κοινὸν ἐχουσῶν τοῦτο, τῆς δὲ τοῦ κόσμου προσειληφυίας τὸ μηδὲ ὑπό τινος ἔξωθεν αἰτίας ἀναγκάζεσθαι βλαβερόν τι ἑαυτῇ γεννᾶν — 两个对称的属格独立结构。前半句表示“虽然一切自然共同拥有这一属性(不包含对自己不利的东西)”,后半句表示“但宇宙的自然还额外具有……”。其中带冠词的不定式短语“tò mēde ... gennan”作分词“proseilēphuias”的直接宾语。
  3. §10.6.2ὡς ἂν καὶ πολίτου βίον εὔρουν ἐπινοήσειας προιόντος διὰ πράξεων τοῖς πολίταις λυσιτελῶν καὶ ὅπερ ἂν ἡ πόλις ἀπονέμῃ, τοῦτο ἀσπαζομένου — “hōs an + 祈愿式(epinoēseias)”表达潜在或比喻性的假设:“正如你可能会设想……”。属格名词“politou”由两个并列的分词“proiontos”和“aspazomenou”所修饰,形成了“通过有益行为前行并乐意接受国家分配的公民”这一修饰结构。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §10.6.1-10.6.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:10.6.1-10.6.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。