Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §10.33.1-10.33.4

依循本性行动的享受与克服障碍

第 407 段,共 486 段 · 希腊语

内容简介

作者敦促人们将在任何给定的素材中按照自身本性行动视为一种享受,并解释说障碍无法伤害人类的理性,人反而能通过正确对待它们而变得更好。

§10.33.1Τί ἐστι τὸ ἐπὶ ταύτης τῆς ὕλης δυνάμενον κατὰ τὸ ὑγιέστατον πραχθῆναι ἢ ῥηθῆναι;
在此类素材中,能以最健全的方式所做或所说的是什么?
ὅ τι γὰρ ἂν τοῦτο ᾖ, ἔξεστιν αὐτὸ πρᾶξαι ἢ εἰπεῖν καὶ μὴ προφασίζου ὡς κωλυόμενος.
因为无论这可能是什么,你都可以去做或去说它,不要借口自己受到了阻碍。
Οὐ πρότερον παύσῃ στένων πρὶν ἢ τοῦτο πάθῃς, ὅτι οἷόν ἐστι τοῖς ἡδυπαθοῦσιν ἡ τρυφή; τοιοῦτό σοι τὸ ἐπὶ τῆς ὑποβαλλομένης καὶ ὑποπιπτούσης ὕλης ποιεῖν τὰ οἰκεῖα τῇ τοῦ ἀνθρώπου κατασκευῇ·
你不会停止叹息,直到你体验到这一点:正如奢华对于骄奢淫逸者一样,在提供并呈现在面前的素材中,去做符合人类本性结构的事,对你而言也是同样的事情。
ἀπόλαυσιν γὰρ δεῖ ὑπολαμβάνειν πᾶν ὃ ἔξεστι κατὰ τὴν ἰδίαν φύσιν ἐνεργεῖν.
因为,凡是能够按照自己本性去活动的,都应当被视为是一种享受。
§10.33.2πανταχοῦ δὲ ἔξεστι.
而在任何地方,这都是可能的。
τῷ μὲν οὖν κυλίνδρῳ οὐ πανταχοῦ δίδοται φέρεσθαι τὴν ἰδίαν κίνησιν οὐδὲ τῷ ὕδατι οὐδὲ πυρὶ οὐδὲ τοῖς ἄλλοις ὅσα ὑπὸ φύσεως ἢ ψυχῆς ἀλόγου διοικεῖται· τὰ γὰρ διείργοντα καὶ ἐνιστάμενα πολλά·
诚然,圆柱并不能在任何地方都被赋予其特有的运动,水、火以及其他一切受自然或无理性灵魂支配的事物也是如此;因为存在着许多阻碍和阻隔之物。
νοῦς δὲ καὶ λόγος διὰ παντὸς τοῦ ἀντιπίπτοντος οὕτως πορεύεσθαι δύναται ὡς πέφυκε καὶ ὡς θέλει.
然而,理智与理性却能够穿越一切阻碍,按照其本性和意愿前行。
§10.33.3ταύτην τὴν ῥᾳστώνην πρὸ ὀμμάτων τιθέμενος, καθ’ ἣν ἐνεχθήσεται ὁ λόγος διὰ πάντων ὡς πῦρ ἄνω, ὡς λίθος κάτω, ὡς κύλινδρος κατὰ πρανοῦς, μηκέτι μηδὲν ἐπιζήτει·
将这种便利置于眼前,凭借它,理性将穿越一切事物,如火向上,如石向下,如圆柱滚下陡坡,从此不再有任何其他奢求。
τὰ γὰρ λοιπὰ ἐγκόμματα ἤτοι τοῦ σωματίου ἐστὶ τοῦ νεκροῦ, ἢ χωρὶς ὑπολήψεως καὶ τῆς αὐτοῦ τοῦ λόγου ἐνδόσεως οὐ θραύει οὐδὲ ποιεῖ κακὸν οὐδ’ ὁτιοῦν.
因为其余的障碍,要么属于那具终有一死的身体,要么若无主观想法和理性自身的屈服,就绝不能击碎你,也不会带来任何伤害。
§10.33.4ἐπεί τοι καὶ ὁ πάσχων αὐτὸς κακὸς ἂν εὐθὺς ἐγίνετο·
否则,遭受其害者自身也势必立刻变坏。
ἐπὶ γοῦν τῶν ἄλλων κατασκευασμάτων πάντων, ὅ τι ἂν κακόν τινι αὐτῶν συμβῇ, παρὰ τοῦτο χεῖρον γίνεται αὐτὸ τὸ πάσχον, ἐνταῦθα δέ, εἰ δεῖ εἰπεῖν, καὶ κρείττων γίνεται ὁ ἄνθρωπος καὶ ἐπαινετώτερος, ὀρθῶς χρώμενος τοῖς προσπίπτουσιν.
至少在所有其他构造物中,无论它们遭遇什么坏事,受害者本身都会因此变得更坏;但在此处,如果可以这样说的话,人若能正确对待降临在自己身上的事,反而会变得更好、更值得赞美。
ὅλως δὲ μέμνησο ὅτι τὸν φύσει πολίτην οὐδὲν βλάπτει ὃ πόλιν οὐ βλάπτει, οὐδέ γε πόλιν βλάπτει ὃ νόμον οὐ βλάπτει·
总之,请记住:凡是不伤害国家的事物,绝不伤害天生的市民;而凡是不伤害法律的事物,也绝不伤害国家。
τούτων δὲ τῶν καλουμένων ἀκληρημάτων οὐδὲν βλάπτει νόμον.
然而,在这些所谓的不幸中,没有一个能伤害法律。
ὃ τοίνυν νόμον οὐ βλάπτει, οὔτε πόλιν οὔτε πολίτην.
因此,凡是不伤害法律的事物,既不伤害国家,也不伤害市民。

词汇与语法注释

  1. 10.33.1οὐ πρότερον παύσῃ στένων πρὶν ἢ τοῦτο πάθῃς, ὅτι... — 指示代词 τοῦτο 先行占位了后面的 ὅτι 从句(先行构文/同位语从句)。这强调了只有当“符合人类本性的行动对你而言变得如同享乐者的奢华一般”这一体验发生时,你才会停止叹息。
  2. 10.33.1τοιοῦτό σοι τὸ ἐπὶ τῆς ὑποβαλλομένης καὶ ὑποπιπτούσης ὕλης ποιεῖν τὰ οἰκεῖα τῇ τοῦ ἀνθρώπου κατασκευῇ — 主语是带有冠词的不定式短语 τὸ ... ποιεῖν ...,而 τοιοῦτο 起表语形容词的作用。σοι 是伦理与格或表示利害关系的与格,意为“对你而言”。
  3. 10.33.2τῷ μὲν οὖν κυλίνδρῳ οὐ πανταχοῦ δίδοται φέρεσθαι τὴν ἰδίαν κίνησιν — τῷ κυλίνδρῳ(与格)是与无人称被动语态 δίδοται(被赋予/被允许)连用的关系与格。τὴν ἰδίαν κίνησιν 作同族宾语(同族格)或用作限定运动方式的宾格。
  4. 10.33.4ἐπεί τοι καὶ ὁ πάσχων αὐτὸς κακὸς ἂν εὐθὺς ἐγίνετο — 连词 ἐπεί 含有“否则(如果不是这样的话)”的虚拟条件前提,与归结从句中的 ἄν + 直陈式过去未完成时(ἐγίνετο)搭配,表述反事实假设(非现实)。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §10.33.1-10.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:10.33.1-10.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。