Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §10.31.1

对照往人以悟人生虚无与磨炼理性

第 405 段,共 486 段 · 希腊语

内容简介

作者建议将同时代的人与过去的历史人物、甚至将自己与古代帝王进行对比,以此提醒自己所有人终将化为虚无,并劝诫将眼前的困难与课题视为磨炼理性的素材加以吸收同化。

§10.31.1Σατυρίωνα ἰδὼν Σωκρατικὸν φαντάζου ἢ Εὐτύχην ἢ Ὑμένα, καὶ Εὐφράτην ἰδὼν Εὐτυχίωνα ἢ Σιλουανὸν φαντάζου, καὶ Ἀλκίφρονα Τροπαιοφόρον φαντάζου, καὶ Σευῆρον ἰδὼν Κρίτωνα ἢ Ξενοφῶντα φαντάζου, καὶ εἰς σεαυτὸν ἀπιδὼν τῶν Καισάρων τινὰ φαντάζου, καὶ ἐφ’ ἑκάστου τὸ ἀνάλογον.
当你看到萨テュ里翁时,便想象一位苏格拉底派学者,或尤提赫斯,或许门;看到尤夫拉特时,便想象尤提希翁或西尔瓦努斯;看到阿尔基弗隆时,便想象托罗佩奥福罗斯;看到塞维鲁时,便想象克里同或色诺芬;而看看你自己时,便想象某位凯撒,对每个人也都作类似的联想。
εἶτα συμπροσπιπτέτω σοι· ποῦ οὖν ἐκεῖνοι;
然后让这一念头掠过心头:“那么他们如今在哪里呢?
οὐδαμοῦ ἢ ὁπουδή.
”“无处寻觅,或无论在哪里。
οὕτως γὰρ συνεχῶς θεάσῃ τὰ ἀνθρώπινα καπνὸν καὶ τὸ μηδέν, μάλιστα ἐὰν συμμνημονεύσῃς ὅτι τὸ ἅπαξ μεταβαλὸν οὐκέτι ἔσται ἐν τῷ ἀπείρῳ χρόνῳ.
”因为如此一来,你将不断地把人事视作烟云与虚无,尤其是如果你也记住:一旦发生变化的事物,在无限的时间中将不再存在。
τί οὖν ἐντείνῃ;
那么你为何还要自寻烦躁?
τί δ’ οὐκ ἀρκεῖ σοι τὸ βραχὺ τοῦτο κοσμίως διαπερᾶσαι;
为何不满足于端庄地度过这短暂的一生?
Οἵαν ὕλην καὶ ὑπόθεσιν φεύγεις·
你正在逃避怎样的事实与题材啊!
τί γάρ ἐστι πάντα ταῦτα ἄλλο πλὴν γυμνάσματα λόγου ἑωρακότος ἀκριβῶς καὶ φυσιολόγως τὰ ἐν τῷ βίῳ;
因为这一切除了是那已经准确且合乎自然地观察了生活中万事万物的理性之磨炼以外,还能是什么呢?
μένε οὖν, μέχρι ἐξοικειώσῃς σεαυτῷ καὶ ταῦτα, ὡς ὁ ἐρρωμένος στόμαχος πάντα ἐξοικειοῖ, ὡς τὸ λαμπρὸν πῦρ, ὅ τι ἂν ἐμβάλῃς, φλόγα ἐξ αὐτοῦ καὶ αὐγὴν ποιεῖ.
因此,坚持下去吧,直到你把这些也同化于自身,就像强健的胃同化一切食物,又像熊熊烈火,无论你投入什么,它都能将其转化为自己的火焰与光芒。

词汇与语法注释

  1. 10.31.1φαντάζου — 动词 φαντάζω 的第二人称单数现在时中被动语态命令形,意为“在自己心中描绘”、“想象”。与前面的分词 ἰδὼν(看见……)相呼应,构成了“当看到某人时,便在脑海中想象某人”的连续自我劝诫。
  2. 10.31.1συμπροσπιπτέτω — 动词 συμπροσπίπτω(同时浮现于脑海)第三人称单数现在时主动语态命令形。这是一种非人称结构,后续的疑问句(ποῦ οὖν ἐκεῖνοι;)在实质上充当主语,意为“然后,让(如下想法)同时降临于你”。
  3. 10.31.1λόγου ἑωρακότος — 属格名词 λόγου(理性)由动词 ὁράω 的 parect active participle 属格 ἑωρακότος(已经观察、看透)修饰。整句作为修饰名词 γυμνάσματα(锻炼、训练)的描摹性或所有格性属格,意为“那已经准确观察了生活中万事万物的理性的锻炼”。
  4. 10.31.1ἐξοικειώσῃς — 动词 ἐξοικειόω(同化、使适应、驯服)的第二人称单数不定过去时主动语态虚拟语气。由接续词 μέχρι(直到……)引导,表示目的或主观预期(即:耐心坚持直到能将其同化为自身的一部分)。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §10.31.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:10.31.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。