§10.2.1Παρατήρει τί σου ἡ φύσις ἐπιζητεῖ ὡς ὑπὸ φύσεως μόνον διοικουμένου· εἶτα ποίει αὐτὸ καὶ προσίεσο, εἰ μὴ χεῖρον μέλλει διατίθεσθαί σου ἡ ὡς ζῴου φύσις.
观察你的本性向你要求什么,视自己为仅受自然支配之人;然后去行它并接受它,除非你作为动物的本性会因此变得更糟。
ἑξῆς δὲ παρατηρητέον τί ἐπιζητεῖ σου ἡ ὡς ζῴου φύσις, καὶ πᾶν τοῦτο παραληπτέον, εἰ μὴ χεῖρον μέλλει διατίθεσθαι ἡ ὡς ζῴου λογικοῦ φύσις· ἔστι δὲ τὸ λογικὸν εὐθὺς καὶ πολιτικόν.
接下来,必须观察你作为动物的本性要求什么,并且这一切都应当予以接受,除非你作为理性动物的本性会因此变得更糟;而凡是理性的,立刻也是社会的。
τούτοις δὴ κανόσι χρώμενος μηδὲν περιεργάζου.
运用这些准则,切莫自寻烦恼。