§1.9.1Παρὰ Σέξτου τὸ εὐμενές· καὶ τὸ παράδειγμα τοῦ οἴκου τοῦ πατρονομουμένου· καὶ τὴν ἔννοιαν τοῦ κατὰ φύσιν ζῆν· καὶ τὸ σεμνὸν ἀπλάστως· καὶ τὸ στοχαστικὸν τῶν φίλων κηδεμονικῶς· καὶ τὸ ἀνεκτικὸν τῶν ἰδιωτῶν καὶ τὸ ἀθεώρητον οἰομένων· §1.9.2καὶ τὸ πρὸς πάντας εὐάρμοστον, ὥστε κολακείας μὲν πάσης προσηνεστέραν εἶναι τὴν ὁμιλίαν αὐτοῦ, αἰδεσιμώτατον δὲ αὐτοῖς ἐκείνοις παρ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν εἶναι· καὶ τὸ καταληπτικῶς καὶ ὁδῷ ἐξευρετικόν τε καὶ τακτικὸν τῶν εἰς βίον ἀναγκαίων δογμάτων· §1.9.3καὶ τὸ μηδὲ ἔμφασίν ποτε ὀργῆς ἢ ἄλλου τινὸς πάθους παρασχεῖν, ἀλλὰ ἅμα μὲν ἀπαθέστατον εἶναι, ἅμα δὲ φιλοστοργότατον· καὶ τὸ εὔφημον ἀψοφητὶ καὶ τὸ πολυμαθὲς ἀνεπιφάντως.
从塞克斯都那里,我学到了:宽厚慈祥;以及家长式治理的家庭的典范;还有顺应自然而生的观念;以及毫无矫作的庄重;还有对朋友关爱备至的体贴;以及对外行人和那些毫无理论根据便妄下结论者的宽容;还有能够与所有人融洽相处的随和,从而使他的谈吐比任何阿谀奉承都更加令人愉悦,而且就在那一时刻,使那些与他交谈的人对他产生极大的尊敬;以及确切且系统地探求和整理生活必需之原则;还有绝不显露出任何愤怒或其他情欲的迹象,既达到了极度的无情欲状态,同时又深具慈爱;以及默默无声地赞扬他人;还有毫不张扬的博学。