§1.10.1Παρὰ Ἀλεξάνδρου τοῦ γραμματικοῦ τὸ ἀνεπίπληκτον καὶ τὸ μὴ ὀνειδιστικῶς ἐπιλαμβάνεσθαι τῶν βάρβαρον ἢ σόλοικόν τι ἢ ἀπηχὲς προενεγκαμένων, ἀλλ’ ἐπιδεξίως αὐτὸ μόνον ἐκεῖνο ὃ ἔδει εἰρῆσθαι προφέρεσθαι ἐν τρόπῳ ἀποκρίσεως ἢ συνεπιμαρτυρήσεως ἢ συνδιαλήψεως περὶ αὐτοῦ τοῦ πράγματος, οὐχὶ περὶ τοῦ ῥήματος, ἢ δι’ ἑτέρας τινὸς τοιαύτης ἐμμελοῦς παρυπομνήσεως.
从文法学家亚历山大那里,我学到了:不吹毛求疵;当别人说出粗俗、不合文法或刺耳的话语时,不带指责地去纠正他们,而是通过回答、表示赞同或就事情本身而非字眼进行共同探讨的方式,巧妙地顺便说出本该使用的那个正确表达,或者通过其他类似委婉的方式给予善意的提醒。