§1.17.1Παρὰ τῶν θεῶν τὸ ἀγαθοὺς πάππους, ἀγαθοὺς γονέας, ἀγαθὴν ἀδελφήν, ἀγαθοὺς διδασκάλους, ἀγαθοὺς οἰκείους, συγγενεῖς, φίλους σχεδὸν ἅπαντας ἔχειν·
神々から、良い祖父母、良い両親、良い姉、良い教師たち、良い使用人たち、親族、友人たちを、ほぼ全員が良い人々として得られたこと。
καὶ ὅτι περὶ οὐδένα αὐτῶν προέπεσον πλημμελῆσαί τι, καίτοι διάθεσιν ἔχων τοιαύτην, ἀφ’ ἧς, εἰ ἔτυχε, κἂν ἔπραξά τι τοιοῦτο·
そして、彼らのうちの誰に対しても、私が過ちを犯す事態に至らなかったこと。 私自身は、もし機会があったなら何かそのような過ちを犯したかもしれないような気質を持っていたにもかかわらず。
τῶν θεῶν δὲ εὐποιία τὸ μηδεμίαν συνδρομὴν πραγμάτων γενέσθαι, ἥτις ἔμελλέ με ἐλέγξειν.
また、私を暴露することになるような事態の偶発が一つも起きなかったことは、神々の恩恵であること。
§1.17.2καὶ τὸ μὴ ἐπὶ πλέον τραφῆναι παρὰ τῇ παλλακῇ τοῦ πάππου καὶ τὸ τὴν ὥραν διασῶσαι καὶ τὸ μὴ πρὸ ὥρας ἀνδρωθῆναι, ἀλλ’ ἔτι καὶ ἐπιλαβεῖν τοῦ χρόνου.
そして、祖父の愛妾のもとで長く育てられなかったこと。 そして、若さの美しさを保ち得たこと。 そして、時期尚早に大人にならず、むしろその時期をさらに遅らせたこと。
§1.17.3τὸ ἄρχοντι καὶ πατρὶ ὑποταχθῆναι, ὃς ἔμελλε πάντα τὸν τῦφον ἀφαιρήσειν μου καὶ εἰς ἔννοιαν ἄξειν τοῦ ὅτι δυνατόν ἐστιν ἐν αὐλῇ βιοῦντα μήτε δορυφορήσεων χρῄζειν μήτε ἐσθήτων σημειωδῶν μήτε λαμπάδων καὶ ἀνδριάντων τοιῶνδέ τινων καὶ τοῦ ὁμοίου κόμπου, ἀλλ̓ ἔξεστιν ἐγγυτάτω ἰδιώτου συστέλλειν ἑαυτὸν καὶ μὴ διὰ τοῦτο ταπεινότερον ἢ ῥᾳθυμότερον ἔχειν πρὸς τὰ ὑπὲρ τῶν κοινῶν ἡγεμονικῶς πραχθῆναι δέοντα.
支配者であり父である人に従属したこと。 彼は、私からあらゆる虚飾を取り除き、宮廷で暮らしていても、護衛も、華美な衣服も、松明も、彫像も、その他これに類する誇示も必要とせず、むしろ、極めて一般市民に近いところまで自分を縮めることが可能であり、しかもそのために、公共の利益のために支配者としてなされるべき事柄に対して、より卑屈になったり怠慢になったりすることはない、という考えへと私を導いてくれるはずの人であった。
§1.17.4τὸ ἀδελφοῦ τοιούτου τυχεῖν, δυναμένου μὲν διὰ ἤθους ἐπεγεῖραί με πρὸς ἐπιμέλειαν ἐμαυτοῦ, ἅμα δὲ καὶ τιμῇ καὶ στοργῇ εὐφραίνοντός με·
その人柄によって私に自己の配慮を促し、同時に敬意と愛情によって私を喜ばせてくれるような、そのような兄弟を得たこと。
τὸ παιδία μοι ἀφυῆ μὴ γενέσθαι μηδὲ κατὰ τὸ σωμάτιον διάστροφα.
私に、生まれつき才能の欠けた子供たちや、肉体的に歪んだ子供たちが生まれなかったこと。
τὸ μὴ ἐπὶ πλέον με προκόψαι ἐν ῥητορικῇ καὶ ποιητικῇ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἐν οἷς ἴσως ἂν κατεσχέθην, εἰ ᾐσθόμην ἐμαυτὸν εὐόδως προιόντα.
私が修辞学や詩作やその他の学問において、それ以上進歩しなかったこと。 もし自分がそれらにおいて順調に進んでいると感じていたなら、おそらく私はそれらに縛り付けられていただろうに。
§1.17.5τὸ φθάσαι τοὺς τροφέας ἐν ἀξιώματι καταστῆσαι, οὗ δὴ ἐδόκουν μοι ἐπιθυμεῖν, καὶ μὴ ἀναβαλέσθαι ἐλπίδι τοῦ με, ἐπεὶ νέοι ἔτι ἦσαν, ὕστερον αὐτὸ πράξειν.
私を育ててくれた人々を、彼らが望んでいると思われたその地位に早めに引き上げたこと。 彼らはまだ若かったのだから後でそうすればよいという希望のもとに、先延ばしにしなかったこと。
τὸ γνῶναι Ἀπολλώνιον, Ῥούστικον, Μάξιμον.
アポロニオス、ルスティクス、マクシモスを知ったこと。
§1.17.6τὸ φαντασθῆναι περὶ τοῦ κατὰ φύσιν βίου ἐναργῶς καὶ πολλάκις οἷός τίς ἐστιν, ὥστε, ὅσον ἐπὶ τοῖς θεοῖς καὶ ταῖς ἐκεῖθεν διαδόσεσι καὶ συλλήψεσι καὶ ἐπιπνοίαις, μηδὲν κωλύειν ἤδη κατὰ φύσιν ζῆν με, ἀπολείπεσθαι δὲ ἔτι τούτου παρὰ τὴν ἐμὴν αἰτίαν καὶ παρὰ τὸ μὴ διατηρεῖν τὰς ἐκ τῶν θεῶν ὑπομνήσεις καὶ μονονουχὶ διδασκαλίας·
自然に従った生き方とはどのようなものであるかについて、明瞭かつ度々イメージを描くことができたこと。 それによって、神々や神々からの分与、助言、インスピレーションに関する限り、私がすでに自然に従って生きることを妨げるものは何もなく、ただ、私が依然としてこの生き方に達していないのは、私自身の責任であり、神々からの警告や、ほとんど教えとも言えるものを守らなかったせいであること。
§1.17.7τὸ ἀντισχεῖν μοι τὸ σῶμα ἐπὶ τοσοῦτον ἐν τοιούτῳ βίῳ·
このような生活において、私の肉体がこれほど長く持ちこたえてくれたこと。
τὸ μήτε Βενεδίκτης ἅψασθαι μήτε Θεοδότου, ἀλλὰ καὶ ὕστερον ἐν ἐρωτικοῖς πάθεσι γενόμενον ὑγιᾶναι·
ベネディクタやテオドトスに溺れず、また後になって情欲の情熱に囚われたときも、回復したこと。
τὸ χαλεπήναντα πολλάκις Ῥουστίκῳ μηδὲν πλέον πρᾶξαι, ἐφ’ ᾧ ἂν μετέγνων·
ルスティクスに対してしばしば腹を立てたものの、後で後悔するような過度な行動を一切しなかったこと。
τὸ μέλλουσαν νέαν τελευτᾶν τὴν τεκοῦσαν ὅμως οἰκῆσαι μετ’ ἐμοῦ τὰ τελευταῖα ἔτη.
私を生んでくれた母が若くして亡くなる運命にあったにもかかわらず、それでも晩年の数年間を私と共に暮らしたこと。
§1.17.8τὸ ὁσάκις ἐβουλήθην ἐπικουρῆσαί τινι πενομένῳ ἢ εἰς ἄλλο τι χρῄζοντι, μηδέποτε ἀκοῦσαί με, ὅτι οὐκ ἔστι μοι χρήματα, ὅθεν γένηται, καὶ τὸ αὐτῷ ἐμοὶ χρείαν ὁμοίαν, ὡς παρ’ ἑτέρου μεταλαβεῖν, μὴ συμπεσεῖν·
困窮している人や、他のことで助けを必要としている人を援助したいと思ったとき、そのための資金が私にないと言われることが一度もなかったこと。 そして、私自身が他から援助を受けなければならないような、同様の窮乏に陥ることがなかったこと。
τὸ τὴν γυναῖκα τοιαύτην εἶναι, οὑτωσὶ μὲν πειθήνιον, οὕτω δὲ φιλόστοργον, οὕτω δὲ ἀφελῆ·
妻があのように従順で、あのように愛情深く、あのように素朴であること。
τὸ ἐπιτηδείων τροφέων εἰς τὰ παιδία εὐπορῆσαι.
子供たちのために優れた教育者を容易に得られたこと。
§1.17.9τὸ δι’ ὀνειράτων βοηθήματα δοθῆναι ἄλλα τε καὶ ὡς μὴ πτύειν αἷμα καὶ μὴ ἰλιγγιᾶν, καὶ τούτου ἐν Καιήτῃ ὥσπερ χρήσῃ·
夢を通じて、血を吐かないように、また目眩を起こさないようにといった、様々な救済策が与えられたこと、またカイエタにおいて神託が与えられたように、その対策が与えられたこと。
τὸ ὅπως ἐπεθύμησα φιλοσοφίας, μὴ ἐμπεσεῖν εἴς τινα σοφιστὴν μηδὲ ἀποκαθίσαι ἐπὶ τὸ συγγράφειν ἢ συλλογισμοὺς ἀναλύειν ἢ περὶ τὰ μετεωρολογικὰ καταγίνεσθαι.
哲学を志したとき、いかなるソフィストの罠にも陥らず、著述や三段論法の分析、あるいは気象学の研究に没頭して時間を無駄にすることがなかったこと。
πάντα γὰρ ταῦτα ʽθεῶν βοηθῶν καὶ τύχης δεῖται.
これらすべては「神々の助けと運命を必要とする」からである。
ʼ
Τὰ ἐν Κουάδοις πρὸς τῷ Γρανούᾳ.
クアディ人の地、グラヌアス川のほとりにて。