Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §1.14.1-1.14.2

塞维鲁:对正义的热爱与自由国家的理念

第 14 段,共 486 段 · 希腊语

内容简介

马可回顾了从其兄弟塞维鲁那里学到的对正义、真理和家庭的热爱,以及关于自由平等国家的理念;此外还学到了在个人关系中保持一贯、慷慨、坦率和清晰。

§1.14.1Παρὰ τοῦ ἀδελφοῦ μου Σεουήρου τὸ φιλοίκειον καὶ φιλάληθες καὶ φιλοδίκαιον· καὶ τὸ δι’ αὐτοῦ γνῶναι Θρασέαν, Ἑλβίδιον, Κάτωνα, Δίωνα, Βροῦτον, καὶ φαντασίαν λαβεῖν πολιτείας ἰσονόμου, κατ’ ἰσότητα καὶ ἰσηγορίαν διοικουμένης, καὶ βασιλείας τιμώσης πάντων μάλιστα τὴν ἐλευθερίαν τῶν ἀρχομένων· §1.14.2καὶ ἔτι παρὰ τοῦ αὐτοῦ τὸ ὁμαλὲς καὶ ὁμότονον ἐν τῇ τιμῇ τῆς· καὶ τὸ εὐποιητικὸν καὶ τὸ εὐμετάδοτον ἐκτενῶς καὶ τὸ εὔελπι καὶ τὸ πιστευτικὸν περὶ τοῦ ὑπὸ τῶν φίλων φιλεῖσθαι· καὶ τὸ ἀνεπίκρυπτον πρὸς τοὺς καταγνώσεως ὑπ’ αὐτοῦ τυγχάνοντας· καὶ τὸ μὴ δεῖσθαι στοχασμοῦ τοὺς φίλους αὐτοῦ περὶ τοῦ τί θέλει ἢ τί οὐ θέλει, ἀλλὰ δῆλον εἶναι.
从我的兄弟塞维鲁那里,我学会了热爱家庭、热爱真理和热爱正义;并借由他得以结识色拉塞亚、赫尔维狄乌斯、加图、狄翁、布鲁图,从而获得了一种关于平等法治之国(其治理遵循平等与言论自由)以及最尊重被统治者自由的君主政体的构想;此外,从他那里,我还学到了在对〔……〕的尊重中保持一贯与不懈;热心行善,慷慨施予,满怀希望,并深信自己为朋友所爱;对于遭受他谴责的人,他从不隐瞒;他的朋友们无需去猜测他的好恶,因为这一切都是显而易见的。

词汇与语法注释

  1. 1.14.2τῆς · — 希腊语原文在冠词“τῆς”之后存在文本缺失(脱文)。学者们通常推测此处遗失了一个属格名词,如“φιλοσοφίας”(哲学)。
  2. 1.14.2τὸ μὴ δεῖσθαι στοχασμοῦ τοὺς φίλους — 由冠词 `τὸ` 引导的带对格的不定式结构。现在不定式 `δεῖσθαι`(源自 `δέομαι`,意为“需要”)以对格的 `τοὺς φίλους` 为其逻辑主语,并支配属格的 `στοχασμοῦ`(推测)作为宾语。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §1.14.1-1.14.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:1.14.1-1.14.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。