Humanitext Reader

爱比克泰德 · 斯托拜乌斯辑录爱比克泰德格言集(卷三至卷四) §31-47

意志决定的自由与奴役以及用德性修身

第 3 段,共 4 段 · 希腊语

内容简介

本部分阐明自由与奴役的本质不取决于外部命运,而取决于抉择和灵魂的德性,并劝诫人们用节制、美德与良友来装点房屋,而非诉诸外在奢华。

§3131. (8). Ἐλευθερία καὶ δουλεία, τὸ μὲν ἀρετῆς ὄνομα, τὸ δὲ κακίας, ἄμφω δὲ προαιρέσεως ἔργα.
31. (8). 自由与奴役,一是德性的名称,另一是恶德的名称,两者都是抉择的产物。
οἶς δὲ προαίρεσις οὐ κοινωνεῖ, τούτων ψαύει μὲν οὐδέτερον· τύχη δὲ δεσπόζειν εἴωθε σώματος καὶ ὅσα τῶν ἀμφὶ σῶμα προαιρέσεως ἀκοινώνητα.
在抉择不参与的事物中,两者皆不触及;而命运往往主宰身体以及身体周围一切不参与抉择的事物。
οὐδεὶς γὰρ δοῦλος τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος.
因为在抉择上是奴隶的人,没有一个是自由的。
§3232. (9). Κακὸς δεσμὸς σώματος μὲν τύχη, ψυχῆς δὲ κακία.
32. (9). 身体的恶劣枷锁是命运,灵魂的则是恶德。
ὁ μὲν γὰρ τὸ σῶμα λελυμένος, τὴν δὲ ψυχὴν δεδεμένος δοῦλος· ὁ δʼ αὖ τὸ σῶμα δεδεμένος, τὴν δὲ ψυχὴν λελυμένος ἐλεύθερος.
因为身体解脱而灵魂受缚的人是奴隶;反之,身体受缚而灵魂解脱的人则是自由的。
§3333. (10). Τὸν μὲν τοῦ σώματος δεσμὸν λύει καὶ φύσις διὰ θανάτου καὶ κακία διὰ χρημάτων, τὸν δὲ τῆς ψυχῆς ἀρετὴ διὰ μαθήσεως καὶ ἐμπειρίας καὶ ἀσκήσεως.
33. (10). 身体的枷锁,自然通过死亡来解开,恶德通过金钱来解开;而灵魂的枷锁,则是由德性通过学习、经验和锻炼来解开。
§3434. (11). Εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύμπαντας ἀγαθοὺς ἔχειν·
34. (11). 如果你想无忧无虑、心满意足地生活,就要设法使与你同住的人全部成为善人。
ἕξεις δὲ ἀγαθούς, εἰ τοὺς μὲν ἑκόντας παιδεύοις, τοὺς δὲ ἄκοντας ἔπειτα κεχειρωμένους ἀπολύοις.
如果你能教导那些自愿的人,并在降服那些不自愿的人之后将他们释放,你就会得到善人。
συμφεύξεται γὰρ τοῖς φυγοῦσιν ἡ μοχθηρία ἅμα καὶ ἡ δουλεία, συναπολειφθήσεται δὲ τοῖς συμμένουσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία.
因为邪恶与奴役将与逃跑的人一同离去,而善良与自由将与留在你身边的人一同存留。
§3535. (41). Βέλτιον μετὰ ἑνὸς ἐλευθέρου ζῶντα ἄφοβον καὶ ἐλεύθερον ὑπάρχειν ἢ μετὰ πολλῶν δουλεύειν.
35. (41). 与一个自由人同住而无惧且自由,比与众人一起作奴隶更好。
§3636. (42). Ὅπερ φεύγεις παθεῖν, τοῦτο μὴ ἐπιχείρει διατιθέναι· φεύγεις δὲ δουλείαν, φυλάσσου τὸ δουλεύεσθαι.
36. (42). 凡是你自己极力避免遭受的事,就不要试图施加于人;你避免奴役,就要谨防奴役他人。
ὑπομένων γὰρ δουλεύεσθαι αὐτὸς ὑπάρχειν πρότερον ἔοικας δοῦλος· οὔτε γὰρ κακίᾳ ἀρετὴ κοινωνεῖ οὔτε ἐλευθερία δουλείᾳ.
因为容忍奴役他人,你自己似乎首先就成了一个奴隶;因为德性不与恶德交往,自由也不与奴役相通。
§3737. (43). Ὥσπερ ὁ ὑγιαίνων οὐκ ἂν ὑπὸ νοσούντων βούλοιτο θεραπεύεσθαι οὐδὲ τοὺς συνοικοῦντας ἑαυτῷ νοσεῖν, οὕτως οὐδʼ ὁ ἐλεύθερος ἀνάσχοιτʼ ἂν ὑπὸ δούλων ὑπηρετεῖσθαι ἢ τοὺς συμβιοῦντας ἑαυτῷ δουλεύειν.
37. (43). 正如健康人不愿被病人照顾,也不愿与自己同住的人有病一样,自由人也不会容忍被奴隶服侍,或与自己共同生活的人处于奴役之中。
§3838. (44). Εἰ βούλει δούλων ἐκτὸς ὑπάρχειν, αὐτὸς ἀἀπολύθητι δουλείας· ἔσῃ δʼ ἐλεύθερος, ἐὰν ἀπολυθῇς ἐπιθυμίας.
38. (44). 如果你想免于拥有奴隶,你自己就要先从奴役中解脱;如果你能从欲望中解脱,你就会成为自由人。
οὔτε γὰρ Ἀριστείδης οὔτε Ἐπαμεινώνδας οὔτε Λυκοῦργος πλουτοῦντες καὶ δουλευόμενοι ὁ μὲν δίκαιος, ὁ δὲ σωτήρ, ὁ δὲ θεὸς ἀνηγορεύθησαν· ἀλλʼ ὅτι πενόμενοι τὴν Ἑλλάδα δουλείας ἀπέλυον.
因为阿里斯提德、伊巴密浓达和莱库古,都不是因为富有且拥有奴隶而被宣告为“正义者”、“拯救者”和“神”的,而是因为他们虽贫穷,却使希腊免于奴役。
§3939. (45). Εἰ βούλει σοι τὴν οἰκίαν εὖ οἰκεῖσθαι, μιμοῦ τὸν Σπαρτιάτην Λυκοῦργον.
39. (45). 如果你想让自己的家园治理得井井有条,就效仿斯巴达人莱库古吧。
ὃν γὰρ τρόπον οὗτος οὐ τείχεσι τὴν πόλιν ἔφραξεν, ἀλλʼ ἀρετῇ τοὺς ἐνοικοῦντας ὠχύρωσε καὶ διαπαντὸς ἐτήρησεν ἐλευθέραν τὴν πόλιν, οὕτω καὶ σὺ μὴ μεγάλην αὐλὴν περιβάλλου καὶ πύργους ὑψηλοὺς ἀνίστα, ἀλλὰ τοὺς ἐνοικοῦντας εὐνοίᾳ καὶ πίστει καὶ φιλίᾳ στήριζε·
正如他不用城墙围起城市,而是用德性武装居民,并使城市永远保持自由;同样,你也不要围起巨大的庭院、建起高耸的塔楼,而要用善意、信任和友谊来巩固家中的成员。
καὶ οὐδὲν εἰς αὐτὴν εἰσελεύσεται βλαβερόν, οὐδʼ ἂν τὸ σύμπαν τῆς κακίας παρατάξηται στῖφος.
如此,便没有任何有害之物能侵入其中,即使恶德的全军列阵来攻也是一样。
§40(75) 40. (46). Μὴ πίναξι καὶ γραφαῖς τὴν οἰκίαν σου περίβαλλε, ἀλλὰ σωφροσύνῃ κατάγραφε.
(75) 40. (46). 不要用画板和图画来装点你的房屋,而要用节制去描摹它。
τὸ μὲν γὰρ ἀλλοῖον τῶν ὀφθαλμῶν ἐστιν ἐπίκαιρος γοητεία, τὸ δὲ σύμφυτος καὶ ἀνεξάλειπτος καὶ ἀίδιος οἰκίας κόσμος.
因为前者是对眼睛的一时诱惑,而后者则是房屋生来俱有、不可磨灭且永恒的装饰。
§4141. (47). Ἀντὶ βοῶν ἀγέλης πειρῶ φίλων ἀγέλας ἐναγελάζεσθαί σου τῇ οἰκίᾳ.
41. (47). 与其聚拢成群的牛群,不如设法在你的房屋中聚集一群朋友。
§4242. (48). Ὥσπερ λύκος ὅμοιον κυνί, οὕτω καὶ κόλαξ καὶ μοίχὸς καὶ παράσιτος ὅμοιον φίλῳ.
42. (48). 正如狼与狗相似,谄媚者、通奸者和寄生虫也与朋友相似。
πρόσεχε τοιγαροῦν, μὴ ἀντὶ κυνῶν φυλάκων λάθῃς λυμεῶνας εἰσδεχόμενος λύκους.
因此要小心,免得你把毁灭性的狼当作守卫的犬只暗中引入。
§4343. (49). Τὸ μὲν γύψῳ λευκανθίζουσαν σπουδάζειν θαυμάζεσθαι τὴν οἰκίαν ἀπειροκάλου, τὸ δὲ ἦθος χρηστότητι κοινωνίας λαμπρύνειν φιλοκάλου ἅμα καὶ φιλανθρώπου.
43. (49). 热衷于因用石膏粉白房屋而获得赞赏,是粗俗之人的做法;而用交往的善良来光大品格,则是爱美者且同时也是爱人者的做法。
§4444. (50). Ἐὰν θαυμάζῃς τὰ μικρὰ πρὸ τῶν μεγάλων, καταφρονήσῃ· ἐὰν δὲ καταφρονήσῃς τῶν μικρῶν μεγάλως, θαυμασθήσῃ.
44. (50). 如果你崇尚琐碎之物胜过伟大之事,你将被轻视;但如果你极大地鄙视那些琐碎之物,你将被崇敬。
§4545. (51). Οὐδὲν μικρότερον φιλοκερδείας καὶ φιληδονίας καὶ ἀλαζονείας· οὐδὲν κρεῖσσον μεγαλοφροσύνης καὶ ἡμερότητος καὶ φιλανθρωπίας καὶ εὐποιίας.
45. (51). 没有比贪财、好色和虚荣更微不足道的事物了;没有比大度、温和、仁爱与善行更美好的事物了。
§4646. (13). Οὐδεὶς φιλοχρήματος καὶ φιλήδονος καὶ φιλόδοξος φιλάνθρωπος, ἀλλὰ μόνος ὁ φιλόκαλος.
46. (13). 凡是贪财者、享乐者和求名者,都不是仁爱之人,唯有爱美者才是。
§4747. (14). Ὥσπερ οὐκ ἂν ἐβούλου ἐν νηὶ μεγάλῃ καὶ γλαφυρᾷ καὶ πολυχρύσῳ πλέων βαπτίζεσθαι, οὕτω μηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερμεγέθει καὶ πολυτελεῖ αὐλιζόμενος χειμάζεσθαι.
47. (14). 正如你不愿在乘坐一艘庞大、宽敞且贴满黄金的船航行时沉没一样,也不要选择在一座宏大而奢华的房屋中居住时遭受风暴侵袭。

词汇与语法注释

  1. §31τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος — 宾格词 τὴν προαίρεσιν 作关系宾格(限定宾格),修饰分词 ὑπάρχων 或形容词 ἐλεύθερος,表示“在抉择方面(是个奴隶)”。
  2. §34ἔπειτα κεχειρωμένους ἀπολύοις — 此句属于混合条件句,条件从句中使用了祈愿式(εἰ... παιδεύοις... ἀπολύοις),而主句中使用了将来直陈式(ἕξεις),用来委婉或假设性地表达某种潜在可能。
  3. §36Ὅπερ φεύγεις παθεῖν — 关系代词 ὅπερ 用作不定式 παθεῖν 的宾语,其先行词为后文主句中的指示代词 τοῦτο。
  4. §42μὴ ἀντὶ κυνῶν φυλάκων λάθῃς λυμεῶνας εἰσδεχόμενος — 动词 λανθάνω(此处在 μὴ 之后作虚拟式 λάθῃς)与伴随分词 εἰσδεχόμενος 连用的特征构文,表示“免得你不知不觉中接纳了”。
  5. §47μηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερμεγέθει καὶ πολυτελεῖ αὐλιζόμενος χειμάζεσθαι — 命令式 αἱροῦ(选择)后面带不定式 χειμάζεσθαι(遭受风暴)作为宾语,而伴随分词 αὐλιζόμενος(居住)与命令式的主语(即“你”)相一致。

引用这一段

爱比克泰德, 斯托拜乌斯辑录爱比克泰德格言集(卷三至卷四) §31-47. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0557.tlg005.humanitext-grc1:31-47

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。