Humanitext Reader

爱比克泰德 · 斯托拜乌斯辑录爱比克泰德格言集(卷三至卷四) §48-67

公正审判者的准则与培育公民美德的治理

第 4 段,共 4 段 · 希腊语

内容简介

本章通过多种比喻,阐明了公正审判者应有的客观性,并论证了城市的治理者应当培育公民的美德与灵魂,而非专注于物质性的装饰。

§48Ἐπικτήτου.
爱比克泰德。
48. (58). Ὥσπερ ἀληθὴς ζυγὸς οὔτε πρὸς ἀληθοῦς εὐθύνεται ζυγοῦ οὔθʼ ὑπὸ ψευδοῦς κρίνεται, οὕτω καὶ ὁ δίκαιος κριτὴς οὔθʼ ὑπὸ δικαίων εὐθύνεται οὔτε παρʼ ἀδίκοις δικάζεται.
48. (58). 正如真实的秤既不被真实的秤纠正,也不被虚假的秤评判,同样,公正的审判者既不被公正的人纠正,也不在不公正的人面前受审。
§4949. (59). Ὥσπερ τὸ εὐθὺ εὐθέος οὐ δεῖται, οὕτως οὐδὲ τὸ δίκαιον δικαίου.
49. (59). 正如笔直之物不需要笔直之物,公正之物也不需要公正之物。
§5050. (60). Μὴ πρότερον 〈ἐν〉 ἑτέρῳ δικαστηρίῳ δικάσῃς, πρὶν 〈ἂν〉 αὐτὸς παρὰ τῇ δίκῃ κριθῇς.
50. (60). 在你自己受到正义审判之前,不要先在另一个法庭上进行审判。
§5151. (61). Εἰ βούλει τὰς κρίσεις δικαίας ποιεῖσθαι, μηδένα τῶν δικαζομένων καὶ δικαιολογούντων ἐπιγίγνωσκε, ἀλλʼ αὐτὴν τὴν δίκην.
51. (61). 如果你想让裁判变得公正,不要理会任何诉讼和辩护的人,而要关注正义本身。
§5252. (62). Ἥκιστα πταίσεις ἐν ταῖς κρίσεσιν, ἐὰν αὐτὸς ἐν τῷ βίῳ ἄπταιστος διατελῇς.
52. (62). 如果你在生活中始终不犯错误,那么你在裁判中犯错的情况就会最少。
§5353. (63). Ἄμεινον δικαίως κρίναντα πρὸς τοῦ καταδικασθέντος ἀδίκως μεμφθῆναι ἢ ἀδίκως κρίναντα παρὰ τῇ φύσει δικαίως ψέγεσθαι.
53. (63). 正当地裁判却被不公正地判决的人指责,比不公正地裁判而在自然面前正当地受到指责要好。
§5454. (64). Καθάπερ ἡ τὸν χρυσὸν δοκιμάζουσα λίθος οὐκέτι καὶ αὐτὴ πρὸς τοῦ χρυσοῦ δοκιμάζεται, οὕτω καὶ ὁ τὸ κριτήριον ἔχων.
54. (64). 正如检验黄金的试金石本身不再被黄金检验,拥有判断标准的人也是如此。
§5555. (65). Αἰσχρὸν τὸν δικαστὴν πρὸς ἑτέρων δικάζεσθαι.
55. (65). 审判者被他人审判是可耻的。
§5656. (66). Καθάπερ ὀρθοῦ οὐδὲν ὀρθότερον, οὕτως οὐδὲ δικαίου οὐδὲν δικαιότερον.
56. (66). 正如没有比笔直之物更笔直的,也没有比公正之物更公正的。
§57Ἐπικτήτου.
爱比克泰德。
57. (78). Ὥσπερ οἱ ἐπὶ τῶν λιμένων πυρσοὶ διʼ ὀλίγων φρυγάνων πολλὴν ἀνάψαντες φλόγα ταῖς ἀλωμέναις ἀνὰ τὸ πέλαγος ναυσὶν ἱκανὴν ἐργάζονται βοήθειαν, οὕτω καὶ ἀνὴρ λαμπρὸς ἐν πόλει χειμαζομένῃ αὐτὸς ὀλίγοις ἀρκούμενος μεγάλα τοὺς πολίτας εὐεργετεῖ.
57. (78). 正如港口的灯塔用少许柴火点燃巨大的火焰,给在海上漂泊的船只提供足够的帮助,同样,一个在风雨飘摇的城市中的杰出之人,自己虽满足于微少之物,却极大地造福于市民。
§58Ἐπικτήτου.
爱比克泰德。
58. (79), Ὥσπερ εἰ ναῦν κυβερνᾶν ἐπεχείρεις, πάντως ἂν τὴν κυβερνητικὴν ἐξεμάθανες τέχνην, ἐξέσται γάρ σοι, ὥσπερ ἐξεμάνθανες ἐκεῖσε πᾶσαν, οὕτω κἀνθάδε πᾶσαν κυβερνᾶν πόλιν.
58. (79), 正如如果你企图驾驶一艘船,你肯定会彻底学会航海术一样,因为你被允许,就像你在那里彻底学会了全部技术,在这里也同样可以治理整个城市。
§59Τοῦ αὐτοῦ.
同上。
59. (80). Εἰ πρόκειταί σοι τὴν πόλιν ἀναθήμασι κοσμεῖν, σεαυτῷ πρῶτον ἀνάθες τὸ κάλλιστον ἡμερότητος καὶ δικαιοσύνης καὶ εὐποιίας ἀνάθημα.
59. (80). 如果你打算用供奉物来装饰城市,首先要在你自己身上奉献出温和、公正和善行这最美丽的供奉物。
§60Τοῦ αὐτοῦ 60. (81). Εὐποιήσεις σὺ τὰ μέγιστα τὴν πόλιν, εἰ μὴ τοὺς ὀρόφους ὑψώσεις, ἀλλὰ τὰς ψυχὰς αὐξήσεις.
同上 60. (81). 你将给城市带来最大的福祉,如果你不提高屋顶,而是提升人们的灵魂。
ἄμεινον γὰρ ἐν μικροῖς οἰκήμασι μεγάλας οἰκεῖν ψυχὰς ἢ ἐν μεγάλαις οἰκίαις ταπεινὰ φωλεύειν ἀνδράποδα.
因为伟大的灵魂居住在狭小的房屋中,比卑微的奴隶潜伏在宏大的住宅中要好。
§61Τοῦ αὐτοῦ.
同上。
61. (82). Μὴ τοῖς ἐξ Εὐβοίας καὶ Σπάρτης λίθοις τοὺς τοίχους τῆς κατασκευῆς ποίκιλλε, ἀλλὰ γὰρ τῇ ἐκ τῆς Ἐλλάδος παιδείᾳ τὰ στέρνα τῶν πολιτῶν καὶ τῶν πολιτευομένων διακόσμει.
61. (82). 不要用来自优卑亚和斯巴达的石头来装点建筑的墙壁,而要用来自希腊的教养来装饰公民和执政者的胸怀。
γνώμαις γὰρ ἀνδρῶν εὖ οἰκοῦνται πόλεις, ἀλλʼ οὐ λίθοις καὶ ξύλοις.
因为城市因人们的智慧而得到良好的治理,而不是因石头和木头。
§62Τοῦ αὐτοῦ.
同上。
62. (83). Ὥσπερ, εἰ λέοντας ἐβούλου τρέφειν, οὐκ ἄν σοι τῆς πολυτελείας τῶν ζωγρείων ἔμελεν, ἀλλὰ τῆς πράξεως τῶν ζῴων· οὕτως, εἰ πολιτῶν πειρᾷ προίστασθαι, μὴ τοσοῦτον τῆς πολυτελείας τῶν ἀναστημάτων φρόντιζε, ὁπόσον τῆς ἀνδρείας τῶν ἐνδιατριβότεν ἐπιμελοῦ.
62. (83). 正如如果你想养狮子,你不会在乎笼子的奢华,而在乎动物的行动;同样,如果你试图领导公民,不要那么在乎建筑物的奢华,而要关注居住在其中之人的勇气。
§63Τοῦ αὐτοῦ.
同上。
63. (84). Καθάπερ ἀγαθὸς πωλοδάμνης οὐ τῶν πώλων τοὺς μὲν ἀγαθοὺς τρέφει, τοὺς δὲ δυσηνίους λιμώττειν ἐᾷ, ἀλλὰ τρέφει μὲν ἐπʼ ἴσης ἄμφω, κολάζει δὲ μᾶλλον θάτερον ἐξισοῦν θατέρῳ βιαζόμενος μέρει· οὕτω καὶ κηδεμονικὸς ἀνὴρ καὶ πολιτικῆς ἐπιστήμων δυνάμεως τῶν πολιτῶν τοὺς μὲν εὐγνώμονας ποιεῖν ἐπιχειρεῖ, τοὺς δὲ ἔμπαλιν οὐ καθάπαξ διαφθείρεσθαι, ἀλλὰ τροφῆς μὲν ἀμφοῖν ἥκιστα φθονεῖ, παιδεύει δὲ καὶ σφοδρότερον ἐπισπέρχει τὸν ἀντιβαίνοντα τῷ λόγῳ καὶ τῷ νόμῳ.
63. (84). 正如优秀的训马师不只喂养良驹而让顽劣者挨饿,而是平等地喂养两者,同时更严厉地惩罚后者,迫使其与前者看齐;同样,一个具有关怀之心且掌握政治才能的人,也试图使公民中明理的人变好,而不让相反的人彻底毁灭,他最不吝惜给予两者食物,同时管教并更急切地催促那违背理性和法律的人。
§64Τοῦ αὐτοῦ.
同上。
64. (85). Καθάπερ οὔτε κλαγγῇ χὴν οὔτε βληχῇ καταπλήσσεται πρόβατον, οὕτω μηδὲ πλήθους ἀνοήτου σε δεδιττέσθω φωνή.
64. (85). 正如鹅不因鸣叫而受惊,绵羊不因咩咩叫而害怕,同样,也不要让无知群众的声音恐吓你。
§65Τοῦ αὐτοῦ.
同上。
65. (86). Ὥσπερ πλῆθος ἀκρίτως αἰτοῦν τί σε τῶν ἰδίων οὐ δυσωπεῖ, οὕτω μηδὲ ὄχλον ἀδίκως σε δυσωποῦντα διατραπῇς.
65. (86). 正如盲目索要你私有财产的人群不会使你感到为难,同样,也不要被无理纠缠你的群众所动摇。
§66Τοῦ αὐτοῦ.
同上。
66. (87). Ὅπερ ἐπιβάλλει τῇ πόλει, τοῦτο εἴσφερε φθάνων· καὶ οὐδέποτε αἰτηθήσῃ τὰ μὴ ἐπιβάλλοντα.
66. (87). 凡是城市要求于你的,你就提前缴纳;这样你将永远不会被要求缴纳那些不属于你的义务。
§67Τοῦ αὐτοῦ.
同上。
67. (88). Ὥσπερ ὁ ἥλιος οὐ περιμένει λιτὰς καὶ γοητείας, ἵνʼ ἀνατείλῃ, ἀλλʼ εὐθὺς λάμπει καὶ πρὸς ἁπάντων ἀσπάζεται, οὕτω μηδὲ σὺ περίμενε κρότους καὶ ψόφους καὶ ἐπαίνους, ἵνʼ εὐποιήσῃς, ἀλλʼ ἑκοντὴς εὐεργέτει καὶ ἴσα τῷ ἡλίῳ φιληθήσῃ.
67. (88). 正如太阳不等待祈祷和咒语才升起,而是立刻照耀并受到所有人欢迎,同样,你也不要等待掌声、喧嚣和赞美才去行善,而要自愿地造福他人,这样你就会像太阳一样受到喜爱。

词汇与语法注释

  1. 50παρὰ τῇ δίκῃ — 抽象名词“δίκη”(正义)带有定冠词并被拟人化。前置词“παρά”后接与格,在此比喻性地表示在“正义女神面前”或“受正义本身”审判的语境。
  2. 58κἀνθάδε πᾶσαν — 在前一个分句中,第一个“πᾶσαν”修饰前文省略的女性名词“κυβερνητικὴν τέχνην”(整个操舵术),而这第二个“πᾶσαν”则直接修饰其后的女性名词“πόλιν”(整个城市)。在句法上需要区分这两者的修饰对象。
  3. 63τοὺς δὲ ἔμπαλιν οὐ καθάπαξ διαφθείρεσθαι — 根据前半句训马师比喻中的平行结构(“λιμώττειν ἐᾷ”),在此处省略了表示允许或放任的动词“ἐᾷ”,它支配着不定式“διαφθείρεσθαι”。因此,该句应理解为“不放任相反的人(即顽劣的公民)彻底毁灭”。
  4. 66φθάνων — 动词“φθάνω”(先于、提前)的现在分词,修饰主动词“εἴσφερε”(缴纳、贡献),在句中起副词性作用,表示“提前”或“预先”。这是希腊语中分词的惯用副词性用法。

引用这一段

爱比克泰德, 斯托拜乌斯辑录爱比克泰德格言集(卷三至卷四) §48-67. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0557.tlg005.humanitext-grc1:48-67

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。