§3131. (8). Ἐλευθερία καὶ δουλεία, τὸ μὲν ἀρετῆς ὄνομα, τὸ δὲ κακίας, ἄμφω δὲ προαιρέσεως ἔργα.
31. (8). 自由と隷属は、一方は徳の名、他方は悪徳の名であり、双方とも意志の働きである。
οἶς δὲ προαίρεσις οὐ κοινωνεῖ, τούτων ψαύει μὲν οὐδέτερον·
意志が関与しないものには、これらのいずれも触れることはない。
τύχη δὲ δεσπόζειν εἴωθε σώματος καὶ ὅσα τῶν ἀμφὶ σῶμα προαιρέσεως ἀκοινώνητα.
運命は、身体と、身体にまつわるもののうち意志の関与しないすべてを支配するのを常とする。
οὐδεὶς γὰρ δοῦλος τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος.
なぜなら、意志において奴隷である者は誰も自由ではないからである。
§3232. (9). Κακὸς δεσμὸς σώματος μὲν τύχη, ψυχῆς δὲ κακία.
32. (9). 身体の悪しき束縛は運命であり、魂のそれは悪徳である。
ὁ μὲν γὰρ τὸ σῶμα λελυμένος, τὴν δὲ ψυχὴν δεδεμένος δοῦλος· ὁ δʼ αὖ τὸ σῶμα δεδεμένος, τὴν δὲ ψυχὴν λελυμένος ἐλεύθερος.
身体においては解き放たれていても魂において縛られている者は奴隷であり、逆に身体においては縛られていても魂において解き放たれている者は自由である。
§3333. (10). Τὸν μὲν τοῦ σώματος δεσμὸν λύει καὶ φύσις διὰ θανάτου καὶ κακία διὰ χρημάτων, τὸν δὲ τῆς ψυχῆς ἀρετὴ διὰ μαθήσεως καὶ ἐμπειρίας καὶ ἀσκήσεως.
33. (10). 身体の束縛を解くのは、死を通じては自然であり、金銭を通じては悪徳であるが、魂のそれを解くのは、学びと経験と修練を通じての徳である。
§3434. (11). Εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύμπαντας ἀγαθοὺς ἔχειν·
34. (11). 乱されることなく心安らかに生きたいと望むなら、共に暮らす者たちをすべて善い者にすることに努めよ。
ἕξεις δὲ ἀγαθούς, εἰ τοὺς μὲν ἑκόντας παιδεύοις, τοὺς δὲ ἄκοντας ἔπειτα κεχειρωμένους ἀπολύοις.
もし自発的に従う者たちを教育し、望まない者たちを(教育によって)従わせたのちに解放するならば、善い者たちを保つことになる。
συμφεύξεται γὰρ τοῖς φυγοῦσιν ἡ μοχθηρία ἅμα καὶ ἡ δουλεία, συναπολειφθήσεται δὲ τοῖς συμμένουσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία.
なぜなら、逃げ去る者たちには邪悪さと隷属が共に付き従い、あなたのもとに留まる者たちには親切と自由が共に残されるからである。
§3535. (41). Βέλτιον μετὰ ἑνὸς ἐλευθέρου ζῶντα ἄφοβον καὶ ἐλεύθερον ὑπάρχειν ἢ μετὰ πολλῶν δουλεύειν.
35. (41). 一人の自由な人と共に恐れなく自由でいることは、多くの人と共に奴隷であるよりも優れている。
§3636. (42). Ὅπερ φεύγεις παθεῖν, τοῦτο μὴ ἐπιχείρει διατιθέναι·
36. (42). 自分が被るのを避けるようなことを、他人に施そうとしてはならない。
φεύγεις δὲ δουλείαν, φυλάσσου τὸ δουλεύεσθαι.
あなたは隷属を避けるのだから、奴隷を使役することを用心せよ。
ὑπομένων γὰρ δουλεύεσθαι αὐτὸς ὑπάρχειν πρότερον ἔοικας δοῦλος·
なぜなら、奴隷を使役することに甘んじているなら、あなた自身がまず奴隷であるように見えるからである。
οὔτε γὰρ κακίᾳ ἀρετὴ κοινωνεῖ οὔτε ἐλευθερία δουλείᾳ.
徳が悪徳と交わることも、自由が隷属と交わることもないのだから。
§3737. (43). Ὥσπερ ὁ ὑγιαίνων οὐκ ἂν ὑπὸ νοσούντων βούλοιτο θεραπεύεσθαι οὐδὲ τοὺς συνοικοῦντας ἑαυτῷ νοσεῖν, οὕτως οὐδʼ ὁ ἐλεύθερος ἀνάσχοιτʼ ἂν ὑπὸ δούλων ὑπηρετεῖσθαι ἢ τοὺς συμβιοῦντας ἑαυτῷ δουλεύειν.
37. (43). 健康な人が、病気の人によって世話されることや、共に暮らす者たちが病気であることを望まないように、自由な人もまた、奴隷たちによって仕えられることや、共に暮らす者たちが奴隷であることを容認しないであろう。
§3838. (44). Εἰ βούλει δούλων ἐκτὸς ὑπάρχειν, αὐτὸς ἀἀπολύθητι δουλείας·
38. (44). 奴隷を持たずにいたいと望むなら、あなた自身が隷属から解放されよ。
ἔσῃ δʼ ἐλεύθερος, ἐὰν ἀπολυθῇς ἐπιθυμίας.
もし欲望から解放されるなら、自由になるであろう。
οὔτε γὰρ Ἀριστείδης οὔτε Ἐπαμεινώνδας οὔτε Λυκοῦργος πλουτοῦντες καὶ δουλευόμενοι ὁ μὲν δίκαιος, ὁ δὲ σωτήρ, ὁ δὲ θεὸς ἀνηγορεύθησαν·
アリスティデスもエパメイノンダスもリュクールゴスも、富んでいて奴隷を従えていたから「正義の人」「救済者」「神」と称えられたのではない。
ἀλλʼ ὅτι πενόμενοι τὴν Ἑλλάδα δουλείας ἀπέλυον.
そうではなく、貧しくありながらギリシアを隷属から解放したからである。
§3939. (45). Εἰ βούλει σοι τὴν οἰκίαν εὖ οἰκεῖσθαι, μιμοῦ τὸν Σπαρτιάτην Λυκοῦργον.
39. (45). 家をうまく治めたいと望むなら、スパルタのリュクールゴスを見倣いなさい。
ὃν γὰρ τρόπον οὗτος οὐ τείχεσι τὴν πόλιν ἔφραξεν, ἀλλʼ ἀρετῇ τοὺς ἐνοικοῦντας ὠχύρωσε καὶ διαπαντὸς ἐτήρησεν ἐλευθέραν τὴν πόλιν, οὕτω καὶ σὺ μὴ μεγάλην αὐλὴν περιβάλλου καὶ πύργους ὑψηλοὺς ἀνίστα, ἀλλὰ τοὺς ἐνοικοῦντας εὐνοίᾳ καὶ πίστει καὶ φιλίᾳ στήριζε·
彼が城壁で都市を囲むのではなく、徳によって住民を固め、都市を常に自由な状態に保ったように、あなたも大きな中庭を巡らせたり、高い塔を建てたりするのではなく、住民を好意と信頼と友情によって支えなさい。
καὶ οὐδὲν εἰς αὐτὴν εἰσελεύσεται βλαβερόν, οὐδʼ ἂν τὸ σύμπαν τῆς κακίας παρατάξηται στῖφος.
そうすれば、悪徳の全軍勢が陣を敷いて襲ってこようとも、家の中に有害なものは一切侵入しないであろう。
§40(75) 40. (46). Μὴ πίναξι καὶ γραφαῖς τὴν οἰκίαν σου περίβαλλε, ἀλλὰ σωφροσύνῃ κατάγραφε.
(75) 40. (46). 絵板や絵画で家を飾るのではなく、節制によって描き飾りなさい。
τὸ μὲν γὰρ ἀλλοῖον τῶν ὀφθαλμῶν ἐστιν ἐπίκαιρος γοητεία, τὸ δὲ σύμφυτος καὶ ἀνεξάλειπτος καὶ ἀίδιος οἰκίας κόσμος.
前者は眼に対する一時的な魅了にすぎないが、後者は家にとって内在的で消し去ることのできない、永遠の飾りだからである。
§4141. (47). Ἀντὶ βοῶν ἀγέλης πειρῶ φίλων ἀγέλας ἐναγελάζεσθαί σου τῇ οἰκίᾳ.
41. (47). 牛の群れの代わりに、友人の群れをあなたの家に集めるように努めなさい。
§4242. (48). Ὥσπερ λύκος ὅμοιον κυνί, οὕτω καὶ κόλαξ καὶ μοίχὸς καὶ παράσιτος ὅμοιον φίλῳ.
42. (48). オオカミが犬に似ているように、諂う者や不義を働く者、取り入る者も友人に似ている。
πρόσεχε τοιγαροῦν, μὴ ἀντὶ κυνῶν φυλάκων λάθῃς λυμεῶνας εἰσδεχόμενος λύκους.
それゆえ、番犬の代わりに、害をなすオオカミを気づかぬうちに迎え入れてしまわないように注意しなさい。
§4343. (49). Τὸ μὲν γύψῳ λευκανθίζουσαν σπουδάζειν θαυμάζεσθαι τὴν οἰκίαν ἀπειροκάλου, τὸ δὲ ἦθος χρηστότητι κοινωνίας λαμπρύνειν φιλοκάλου ἅμα καὶ φιλανθρώπου.
43. (49). 石膏で家を白く塗って称賛されることに熱中するのは無粋な者のすることであり、交わりの善良さによって人格を輝かせるのは、美を愛すると同時に人間愛に富む者のすることである。
§4444. (50). Ἐὰν θαυμάζῃς τὰ μικρὰ πρὸ τῶν μεγάλων, καταφρονήσῃ·
44. (50). 大きなことよりも小さなことを尊ぶなら、あなたは軽蔑されるであろう。
ἐὰν δὲ καταφρονήσῃς τῶν μικρῶν μεγάλως, θαυμασθήσῃ.
しかし、小さなことを大いに軽蔑するなら、あなたは感嘆されるであろう。
§4545. (51). Οὐδὲν μικρότερον φιλοκερδείας καὶ φιληδονίας καὶ ἀλαζονείας· οὐδὲν κρεῖσσον μεγαλοφροσύνης καὶ ἡμερότητος καὶ φιλανθρωπίας καὶ εὐποιίας.
45. (51). 利欲、快楽への溺愛、うぬぼれほど卑小なものはなく、寛大さ、温和さ、人間愛、善行ほど優れたものはない。
§4646. (13). Οὐδεὶς φιλοχρήματος καὶ φιλήδονος καὶ φιλόδοξος φιλάνθρωπος, ἀλλὰ μόνος ὁ φιλόκαλος.
46. (13). 金銭を愛する者、快楽を愛する者、名声を愛する者は誰も人間を愛する者ではなく、ただ美を愛する者だけがそうである。
§4747. (14). Ὥσπερ οὐκ ἂν ἐβούλου ἐν νηὶ μεγάλῃ καὶ γλαφυρᾷ καὶ πολυχρύσῳ πλέων βαπτίζεσθαι, οὕτω μηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερμεγέθει καὶ πολυτελεῖ αὐλιζόμενος χειμάζεσθαι.
47. (14). 大きく、豪華で、金で飾られた船に乗って航海しながら、沈没することを望まないように、非常に大きく贅沢な家に住みながら、嵐に翻弄されることを選んではならない。