§1717. (28). Μέτρον ἔστω σοι παντὸς σίτου καὶ ποτοῦ ἡ πρώτη τῆς ὀρέξεως ἔμπλησις, ὄψον δὲ καὶ ἡδονὴ αὐτὴ ἡ ὄρεξις·
17. (28). 愿你对一切食物和饮料的分寸,是以欲望的最初满足为度;且让欲望本身成为你的菜肴与快乐。
καὶ οὔτε πλείονα τῶν δεόντων προσοίσῃ οὔτε ὀψοποιῶν δεηθήσῃ ποτῷ τε τῷ παραπεσόντι ἀρκεσθήσῃ.
如此,你既不会摄入超过所需的分量,也不会需要厨师,并且会满足于手边现有的饮料。
§1818. (29). Τὰς σιτήσεις ποιοῦ μὴ πολυτελεῖς καὶ σκυθρωπάς, ἀλλὰ λαμπρὰς καὶ εὐτελεῖς, ἵνα μήτε διὰ τὰ σωματικὰ αἱ ψυχαὶ ταράττωνται μήτε φενακιζόμεναι πρὸς τῶν ἡδονῶν τῶν σωματικῶν ὀλιγωρῶσιν, ἔπειτα βλάπτωνται τρυφῶντα μὲν παραυτίκα, νοσοῦντα δὲ εἰσαῦθις τὰ σώματα.
18. (29). 勿使你的进食奢侈而阴郁,而要使之明朗而简朴,以免灵魂因身体之事而焦躁,也不至因受身体快乐的欺骗而懈怠,进而使身体在当下享受奢侈却在日后生病受损。
§1919. (30). Φρόντιζε, ὅπως σε μὴ τὰ ἐν τῇ γαστρὶ σιτία ἐπαίρῃ, ἀλλʼ ἡ ἐν τῇ ψυχῇ εὐφρασία· ἐπεὶ τὰ μὲν ἀποσκυβαλίζεται καὶ συνεκρεῖ ὁ † ἔπαινος, ἡ δέ, κἂν ἡ ψυχὴ χωρισθῇ, διὰ παντὸς ἀκήρατος μένει.
19. (30). 当心不要让胃里的食物使你高傲,而要让灵魂里的喜悦提升你;因为前者会被排泄,且†赞美也一同流失,但后者,即使灵魂分离,也永远保持纯洁无瑕。
§2020. (31). Ἐν ταῖς ἑστιάσεσι μέμνησο, ὅτι δύο ὑποδέχῃ, σῶμα καὶ ψυχήν, καὶ ὅ τι ἂν τῷ σώματι δῷς, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δʼ ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς.
20. (31). 在宴席上要记住,你款待的是两个客人:身体和灵魂。 你给身体的任何东西,都会立刻排泄掉;但你给灵魂的任何东西,都会永远保留。
§2121. (32). Μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς.
21. (32). 不要把愤怒与奢侈混合在一起端上席。
πολυτέλεια μὲν 〈ἐμ〉πηδήασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει.
奢侈跳入身体后不久便消逝,而愤怒侵入灵魂后却留存极久。
σκόπει τοιγαροῦν, ὅπως μὴ ὑπʼ ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυμόνας πολυτελῶς ὑβρίσῃς, ἀλλὰ μᾶλλον μεθʼ ἡμερότητος εὐτελῶς εὐφράνῃς.
因此,要注意不要因愤怒而忘乎所以、以奢侈的方式侮辱宾客,而要以温和的态度、简朴地让他们高兴。
§2222. (12). Αἰσχρὸν τοῖς τῶν μελιττῶν δωρήμασι γλυκάζοντα τὴν κατάποσιν τὸ τῶν θεῶν δῶρον πικράζειν τὸν λόγον τῇ κακίᾳ.
22. (12). 用蜜蜂的馈赠来甜化吞咽,却用恶毒来苦化神明的馈赠——言语(理智),这是可耻的。
§2323. (33). Μελέτω σοι ἐν τοῖς σιτίοις, ὅπως σοι οἱ ὑπουργοῦντες μὴ πλείους τῶν ὑπουργουμένων ὑπάρχωσιν· ἄτοπον γὰρ ὀλίγαις στιβάσι πολλὰς δουλεύειν ψυχάς.
23. (33). 在进食时,要注意不要让服侍你的人多于被服侍的人;因为让许多灵魂去伺候少数几张卧榻,是荒谬的。
§2424. (34). Ἄριστον μέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώμενος κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων.
24. (34). 最好的情况是,在准备时你亲自动手,在进食时作为宾客,与服侍你的人一同分享在场的东西。
εἰ δὲ τὸ τοιόνδε δυσχερὲς τῷ καιρῷ ὑπάρχοι, μέμνησο, ὅτι μὴ κάμνων ὑπὸ καμνόντων ὑπουργῇ, ἐσθίων ὑπὸ μὴ ἐσθιόντων, πίνων ὑπὸ μὴ πινόντων, [ἐσθίων] λαλῶν ὑπὸ σιωπώντων, ἀνειμένος ὑπὸ συνεσταλμένων·
但如果因为时机的原因,这样做有些困难,那就要记住:你无需劳作,却被劳作的人服侍;你正在吃,却被不吃的人服侍;你正在喝,却被不喝的人服侍;你正在说话,却被保持沉默的人服侍;你神情轻松,却被身体紧绷的人服侍。
καὶ οὔτε αὐτὸς φλεγμήνας ἄτοπον πείσῃ οὐθʼ ἕτερον ἀγριάνας χαλεπὸν ἐργάσῃ.
如此,你既不会因为自己膨胀而遭受荒谬之事,也不会激怒他人而做出恶劣之举。
§2525. (35). Ἐρίζειν καὶ φιλονεικεῖν πάντῃ μὲν ἀνοίκειον, μάλιστα δὲ ἐν ταῖς παρὰ πότον ὁμιλίαις ἀπρεπές.
25. (35). 争吵与论辩在任何情况下都是不相宜的,尤其在酒席谈话中更是失礼。
οὔτε γὰρ ἂν μεθύων νήφοντα διδάξειέ τις οὔτʼ αὖ μεθύων πρὸς νήφοντος πεισθείη.
因为醉酒者无法说服清醒者,醉酒者也同样无法被清醒者说服。
ἔνθα δʼ ἂν μὴ παρῇ πειθοῦς τέλος, εἰκῇ σε παρέχεις διατείνεσθαι.
在没有说服效果的地方,你只是在徒劳地固执己见。
§2626. (36). Οἱ τέττιγες μουσικοί, οἱ δὲ κοχλίαι ἄφωνοι· χαίρουσι δὲ οἱ μὲν ὑγραινόμενοι, οἱ δὲ ἀλεαινόμενοι·
26. (36). 蝉能歌唱,蜗牛却无声;前者乐于温暖,后者喜于湿润。
ἔπειτα προκαλεῖται τοὺς μὲν ἡ δρόσος καὶ ἐπὶ ταύτῃ ἐκδύνουσι, τοὺς δʼ αὖ διεγείρει ἀκμάζων ὁ ἥλιος καὶ ἐπʼ αὐτῷ ᾄδουσι.
此后,露水唤出后者(蜗牛),它们因露水而爬出;而炽烈的太阳则唤醒前者(蝉),它们在太阳下歌唱。
τοιγαροῦν εἰ βούλει μουσικὸς καὶ εὐάρμοστος ὑπάρχειν ἀνήρ, ἡνίκʼ ἂν ἐν τοῖς πότοις ὑπὸ τοῦ οἴνου δροσισθῇ ἡ ψυχή, τότε αὐτὴν μὴ ἔα προιοῦσαν μολύνεσθαι· ἀλλʼ ἡνίκʼ ἂν ἐν τοῖς συνεδρίοις ὑπὸ τοῦ λόγου διαπυρωθῇ, τότε θεσπίζειν καὶ ᾄδειν τὰ τῆς δικαιοσύνης κέλευε λόγια.
因此,如果你想成为一个懂音律且协调的人,那么当你在酒宴上灵魂被酒水滋润时,不要听任它爬出并被玷污;但当你在集会中灵魂被理智点燃时,就要命令它去传达并歌唱正义的启示。
§2727. (37). Τὸν προσομιλοῦντα τριχῇ διασκοποῦ, ἢ ὡς ἀμείνονα ἢ ὡς ἥττονα ἢ ὡς ἴσον·
27. (37). 从三个方面审视与你交谈的人:要么视其为更优者,要么视其为更劣者,要么视其为平等者。
καὶ εἰ μὲν ἀμείνονα, ἀκούειν χρὴ καὶ πείθεσθαι αὐτῷ· εἰ δὲ ἥττονα, πείθειν· εἰ δὲ ἴσον, συμφωνεῖν·
若是更优者,应当倾听并顺从他;若是更劣者,应当说服他;若是平等者,应当达成一致。
καὶ οὔποτε ἁλώσῃ φιλονεικίας.
如此,你便永远不会陷入无休止的争吵中。
§2828. (38). Ἄμεινον τῇ ἀληθεία συγχωρήσαντα τὴν δόξαν νικᾶν ἢ τῇ δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἡττᾶσθαι.
28. (38). 屈从于真理而战胜意见(名誉),比屈从于意见而在真理面前落败更好。
§2929. (39). Ζητῶν τὴν ἀλήθειαν οὐ ζητήσεις τὸ ἐκ παντὸς τρόπου νικᾶν καὶ εὑρὼν τὴν ἀλήθειαν ἕξεις τὸ μὴ νικᾶσθαι.
29. (39). 寻找真理时,你不会寻求不择手段地取胜;而一旦找到了真理,你将拥有不可被战胜的境地。
§3030. (40). Ἡ ἀλήθεια παρʼ αὑτῇ νικᾷ, ἡ δὲ δόξα παρὰ τοῖς ἔξω.
30. (40). 真理在自身中取胜,而意见在外人中取胜。