Humanitext Reader

爱比克泰德 · 斯托拜乌斯辑录爱比克泰德格言集(卷三至卷四) §1-16

美德与运气的对比及理性与自省的劝勉

第 1 段,共 4 段 · 希腊语

内容简介

爱比克泰德的伦理格言集。通过各种比喻,对比了受运气支配的生活与受美德引导的生活,强调了自我反省的重要性,并论证了为何理智应当重于财富。

§11. (1 Schw. fr. 1). Ἐπικτήτου.
1. (1 Schw. fr. 1). 爱比克泰德。
Ὁ τύχῃ βίος συμπεπλεγμένος ἔοικε χειμάρρῳ ποταμῷ· καὶ γὰρ ταραχώδης καὶ ἰλύος ἀνάμεστος καὶ δυσέμβατος καὶ τυραννικὸς καὶ πολύηχος καὶ ὀλιγοχρόνιος.
与运气纠缠在一起的生活就像一oku冬日山洪的急流;因为它是汹涌的、充满泥沙的、难以涉足的、强暴的、喧嚣的且短暂的。
§22. (2). Ψυχὴ ὁμιλοῦσα ἀρετῇ ἔοικεν ἀεννάῳ πηγῇ· καὶ γὰρ καθαρὸν καὶ ἀτάραχον καὶ πότιμον καὶ νόστιμον καὶ κοινωνικὸν καὶ πλούσιον καὶ ἀβλαθὲς καὶ ἀνώλεθρον.
2. (2). 与美德交往的灵魂就像源源不断的泉水;因为它是纯洁的、安宁的、可饮用的、甘甜的、乐于施予的、丰富的、无害的且永不消亡的。
§33. (3). Εἰ βούλει ἀγαθὸς εἶναι, πρῶτον πίστευσον, ὅτι κακὸς εἶ.
3. (3). 如果你想成为好人,首先要相信你是坏人。
§44. (4). Βέλτιον ὀλιγάκις πλημμελεῖν ὁμολογοῦντα σωφρονεῖν πλεονάκις ἢ ὀλιγάκις ἁμαρτάνειν λέγοντα πλημμελεῖν πολλάκις.
4. (4). 承认自己大多数时候克制而偶尔犯错,要比口头上说自己经常犯错而实际上很少犯错更好。
§55. (5). Κόλαζε τὰ πάθη, ἵνα μὴ ὑπʼ αὐτῶν τιμωρῇ.
5. (5). 惩治你的激情,以免你被它们惩罚。
§66. (6). Μὴ οὕτως τὸ ἐκ τῆς δόξης αἰσχύνου, ὡς τὸ ἐκ τῆς ἀληθείας ἀπόφευγε.
6. (6). 不要像逃避源于真理的事物那样,去羞愧于源于名声的事物。
§77. (7). Εἰ θέλεις καλῶς ἀκούειν, μάθε καλῶς λέγειν· μαθὼν δὲ καλῶς λέγειν πειρῶ καλῶς πράττειν καὶ οὕτω καρπώσῃ τὸ καλῶς ἀκούειν.
7. (7). 如果你想获得好名声,就要学会好好说话;学会了好好说话之后,就要努力好好做事,如此你便会收获获得好名声的果实。
§88. (19). Ἐξέταζε σαυτόν, πότερα πλουτεῖν θέλεις ἢ εὐδαιμονεῖν.
8. (19). 审视你自己,你是想富有还是想幸福。
καὶ εἰ μὲν πλουτεῖν, ἴσθι, ὅτι οὔτε ἀγαθὸν οὔτε ἐπὶ σοὶ πάντῃ· εἰ δὲ εὐδαιμονεῖν, ὅτι καὶ ἀγαθὸν καὶ ἐπὶ σοί· ἐπεὶ τὸ μὲν τύχης ἐπίκαιρον δάνειον, τὸ δὲ † τῆς εὐδαιμονίας προαιρέσεως.
如果是富有,你要知道,这既不是一件好事,也不完全取决于你;但如果是幸福,这既是一件好事,也完全取决于你;因为前者是运气的一时借贷,而后者则是自主选择的产物。
§99. (20). Καθάπερ ἔχιν ἢ ἀσπίδα ἢ σκορπίον ἐν ἐλεφαντίνῃ ἢ χρυσῇ θεώμενος κίστῃ οὐ διὰ τὸ πολυτελὲς τῆς ὕλης ἀγαπᾷς καὶ εὐδαιμονίζεις, ἀλλʼ ὅτι λυμαντικὴ ἡ φύσις, ἐκτρέπῃ καὶ μυσάττῃ, οὕτω καὶ ἐπειδὰν ἐν πλούτῳ καὶ ὄγκῳ τύχης θεάσῃ κακίαν ἐνοῦσαν, μὴ καταπλαγῇς τὸ περιλαμπὲς τῆς ὕλης, ἀλλὰ καταφρόνει τῆς ἐν τῷ τρόπῳ κιβδηλίας.
9. (20). 正如你在象牙或金制的盒子里看见蝰蛇、眼镜蛇或蝎子时,你不会因为材质的昂贵而喜爱它们并引以为幸,反而因为其本性有害而躲避并厌恶它们;同样,当你看到恶行寄居在财富和运气的虚饰中时,也不要被其材质的光彩夺目所震慑,而要鄙视品性之中的虚伪。
§1010 (21). Ὁ πλοῦτος οὐ τῶν ἀγαθῶν, ἡ πολυτέλεια τῶν κακῶν, ἡ σωφροσύνη τῶν ἀγαθῶν.
10 (21). 财富不属于善,奢侈属于恶,克制属于善。
καλεῖ δὲ ἡ μὲν σωφροσύνη ἐπὶ τὴν εὐτέλειαν καὶ τὴν κτῆσιν τῶν ἀγαθῶν, ὁ δὲ πλοῦτος ἐπὶ τὴν πολυτέλειαν καὶ ἀφέλκει τῆς σωφροσύνης.
克制引导人走向简朴和获得善,而财富引导人走向奢侈并让人远离克制。
δυσχερὲς ἄρα πλουτοῦντα σωφρονεῖν ἢ σωφρονοῦντα πλουτεῖν.
因此,富有而克制,或者克制而富有,都是困难的。
§1111. (22). Ὥσπερ, εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης, οὐκ ἂν ἔσπευδες αὐτῆς κυβερνήτης ὑπάρχειν, οὔτε γὰρ ἐκεῖ σοι φύσει ἡ ναῦς συνέσται οὔτε ἐνταῦθα ὁ πλοῦτος, ἀλλὰ πάντῃ ὁ λόγος.
11. (22). 正如如果你是在船上受孕或出生的,你也不会急于去当船长一样——因为在那里船不会在天性上与你相伴,在这里财富也不会,而在任何地方理智都会。
ὅπερ οὖν σοι φυσικὸν καὶ συγγενές, ὁ λόγος, τοῦτο καὶ οἰκεῖον ἡγησάμενος τούτου ἐπιμελοῦ.
因此,既然你认为理智是符合你天性且同胞般的存在,就把它当作自己切身的东西并加以照料。
§1212. (23). Ἐν Πέρσαις μὲν γεννηθεὶς οὐκ 〈ἂν〉 ἔσπευδες οἰκεῖν τὴν Ἑλλάδα, ἀλλʼ αὐτόθι διάγων εὐτυχεῖν· ἐν πενίᾳ δὲ γεννηθείς, τί σπεύδεις πλουτεῖν, ἀλλʼ οὐκ αὐτόθι μένων εὐτυχεῖν;
12. (23). 如果你出生在波斯,你不会急于去希腊居住,而是会留在当地并寻求幸福;那么你既然出生在贫困中,为什么还要急于变得富有,而不是留在当地并寻求幸福呢?
§1313. (24). Ὥσπερ ἐπὶ σμικροῦ σκίμποδος θλιβόμενον ὑγιαίνειν ἄμεινον ἢ ἐπὶ πλατείας κλίνης κυλινδούμενον νοσεῖν, οὕτω καὶ ἐν μικρᾷ περιουσίᾳ βέλτιον συστελλόμενον εὐθυμεῖν ἢ ἐν μεγάλῃ τυγχάνοντα δυσθυμεῖν.
13. (24). 正如在一张狭窄的小床上蜷缩着而身体健康,比在一张宽大的床上翻来覆去而饱受疾病折磨更好;同样,在微薄的财产中约束自己而心情愉快,比在拥有巨大财富时却忧心忡忡更好。
§1414. (25). Οὐ πενία λύπην ἐργάζεται, ἀλλὰ ἐπιθυμία· οὐδὲ πλοῦτος φόβου ἀπαλλάττει, ἀλλὰ λογισμός.
14. (25). 并非贫困带来痛苦,而是欲望;财富也不能免除恐惧,唯有理智可以。
κτησάμενος τοιγαροῦν τὸν λογισμὸν οὔτε πλούτου ἐπιθυμήσεις οὔτε πενίαν μέμψῃ.
因此,一旦获得了理智,你既不会渴望财富,也不会抱怨贫困。
§1515. (26). Οὔτε ἵππος ἐπὶ φάτνῃ καὶ φαλάροις καὶ τάπησιν οὔτε ὄρνις ἐπὶ βρώμῃ καὶ καλιᾷ ὑψοῦται καὶ γαυριᾷ, ἀλλʼ ἄμφω ἐπὶ κύτητι, ὁ μὲν ποδῶν, ὁ δὲ πτερῶν.
15. (26). 既非马匹因马槽、饰物和毯子而高傲得意,亦非鸟儿因食物和巢穴而振翅自豪,而是两者都凭借其敏捷,一个是双足,一个是双翼。
καὶ σὺ τοιγαροῦν μὴ ἐπὶ τροφῇ καὶ σκέπῃ καὶ ἁπλῶς τῇ ἔξωθεν περιουσίᾳ μέγα ὀγκύλλου, ἀλλʼ ἐπὶ χρηστότητι καὶ εὐποιίᾳ.
因此,你也不要因为食物、住所,总之不要因为外在的富足而自命不凡,而要因为善良和行善而自豪。
§1616. (27). Τὸ καλῶς ζῆν τοῦ πολυτελῶς διαφέρει· τὸ μὲν γὰρ ἐκ σωφροσύνης καὶ αὐταρκείας καὶ εὐταξίας καὶ κοσμιότητος καὶ εὐτελείας παραγίνεται, τὸ δὲ ἐξ ἀκολασίας καὶ τρυφῆς καὶ ἀταξίας καὶ ἀκοσμίας· τέλος δὲ τοῦ μὲν ἔπαινος ἀληθής, τοῦ δὲ ψόγος.
16. (27). 善生不同于奢生;因为前者源于节制、自足、秩序、端庄和简朴,而后者源于放纵、奢侈、无秩序和不端庄;且前者的结局是真正的赞美,后者的结局是谴责。
εἰ τοίνυν βούλει καλῶς ζῆν, μὴ ζήτει μετὰ πολυτελείας ἐπαινεῖσθαι.
因此,如果你想过上善好的生活,就不要寻求在奢侈中获得赞美。

词汇与语法注释

  1. §2καθαρὸν — 阴性名词 πηγῇ(泉)后面连接了一系列中性单数形容词(καθαρὸν等)。这或者是由于描述其属性(即中性名词“水” ὕδωρ),或者是作为名词性形容词使用,意为“清纯之物、安宁之物”。
  2. §4Βέλτιον ὀλιγάκις πλημμελεῖν ὁμολογοῦντα σωφρονεῖν πλεονάκις — 该句是对比两种情况优劣的句式。前者是“在承认自己大多数时候克制(ὁμολογοῦντα σωφρονεῖν πλεονάκις)的同时,偶尔犯错(ὀλιγάκις πλημμελεῖν)”;后者是“在口头上说自己经常犯错(λέγοντα πλημμελεῖν πολλάκις)的同时,实际上很少犯错(ὀλιγάκις ἁμαρτάνειν)”。分词 ὁμολογοῦντα 和 λέγοντα 与不定式中省略的宾格主语一致。
  3. §6Μὴ οὕτως τὸ ἐκ τῆς δόξης αἰσχύνου, ὡς τὸ ἐκ τῆς ἀληθείας ἀπόφευγε — 使用 οὕτως... ὡς...(不那么……像……那样)的比较结构。直译为“不要像逃避源于真理的事物那样,去羞愧于源于名声的事物”,实际表达了“相比于在意世俗名声的耻辱,更应该避免背离真理”的优先级。
  4. §11οὐκ ἂν ἔσπευδες — 条件句主句中的 ἄν 搭配未完成过去时直陈式(ἔσπευδες),表示与过去事实相反的假设(虚拟语气)。条件从句由 εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης(不定过去时直陈式,表示与过去事实相反的假设)构成。
  5. §15ἐπὶ κύτητι — 抄本中的 κύτητι 难以讲通,通常被解释为表示“敏捷、迅速”的 ὠκύτητι 的误写(或异读)。在此情况下,马的双足之速(ποδῶν ὠκύτητι)与鸟的双翼之速(πτερῶν ὠκύτητι)形成对比。翻译基于此理解,译为“能力”或“敏捷”。

引用这一段

爱比克泰德, 斯托拜乌斯辑录爱比克泰德格言集(卷三至卷四) §1-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0557.tlg005.humanitext-grc1:1-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。