§8»Ὕδωρ ἐπάνω τοῦ οὐρανοῦ«·
“天上的水”。
ἐπεὶ τὸ βάπτισμα γίνεται δι᾿ »ὕδατος καὶ πνεύματος«, ἀλεξητήριον ὂν πυρὸς τοῦ δισσοῦ, τοῦ τε τῶν ἀοράτων ἁπτομένου καὶ τοῦ τῶν ὁρατῶν, ἀνάγκη καὶ τοῦ ὕδατος τὸ μέν τι νοητόν, τὸ δὲ αἰσθητὸν ὑπάρχειν, ἀλεξητήριον τῆς διπλόης τοῦ πυρός·
因为洗礼是借着“水和灵”进行的,这能够防御双重的火(即触及不可见事物的火和触及可见事物的火),所以水也必然有一部分是智性的,另一部分是感性的,作为对双重之火的防御。
καὶ τὸ μὲν ἐπίγειον ὕδωρ τὸ σῶμα ἀπορρύπτει, τὸ δὲ ἐπουράνιον ὕδωρ διὰ τὸ εἶναι νοητὸν καὶ ἀόρατον πνεῦμα ἀλληγορεῖται ἅγιον, τῶν ἀοράτων καθαρτικόν, οἷον τοῦ πνεύματος ὕδωρ ὥσπερ ἐκεῖνο τοῦ σώματος.
属地的水洗净身体,而属天的水因为是智性且不可见的,而被寓意为圣灵,用以洁净不可见的事物,就如那洁净身体的水一样,这是属灵的水。
§9Ὁ θεὸς καὶ τὸν φόβον τῇ ἀγαθότητι συνέμιξεν δι᾿ ἀγαθότητα.
神因着他的善意,将畏惧与善意调和在一起。
τὸ γὰρ συμφέρον ἑκάστῳ τοῦτο ἤδη παρέχει, ὡς ἰατρὸς ἀρρωστοῦντι, ὡς πατὴρ ἀτακτοῦντι τῷ παιδί.
因为他已经将对每个人有益的事物赐予他们,如同医生对待病人,如同父亲对待不听话的孩子。
»ὁ γὰρ φειδόμενος τῆς βακτηρίας αὐτοῦ μισεῖ τὸν υἱὸν αὐτοῦ.
“因为不忍用杖打儿子的,是恨恶他的儿子。
« καὶ ὁ κύριος δὲ καὶ οἱ ἀπόστολοι αὐτοῦ ἐν φόβῳ καὶ πόνοις ἀνεστράφησαν.
”主和他的使徒们也是在畏惧和苦难中行事的。
ὅταν οὖν πιστοῦ σῶμα νοσῇ, ἢ δι᾿ ἁμάρτημά τι προημαρτημένον ἐπιτιμῶντος τοῦ κυρίου, ἢ διὰ μέλλοντα προφυλαξαμένου, ἢ καὶ κατ᾿ ἐνέργειαν * *προσβολὴν ἔξωθεν γινομένην οὐ κωλύσαντος διά τι χρήσιμον [καὶ] αὐτῷ ἢ τοῖς πέλας παραδείγματος χάριν.
因此,当信徒的身体生病时,要么是因为主因其先前所犯的罪而施加惩罚,要么是因为主为了防备未来的罪,要么也是因为主为了某种有益的目的,例如为了给他自己[和]邻舍作榜样,而未阻止那作为活动从外部发起的袭击。
§10Ἤδη δὲ οἱ ἐν σαθρῷ οἰκοῦντες σώματι καθάπερ ἐν πλοίῳ πλέοντες παλαιῷ οὐκ εἰσὶν ὕπτιοι, ἀλλ᾿ ἀεὶ εὔχονται ἀνατεταμένοι πρὸς τὸν θεόν.
如今,那些居住在脆弱身体中的人,就像坐着破旧船只航海的人一样,并不是懈怠的,而是始终仰望并向神祈祷。
§11Οἱ πρεσβύτεροι σφόδρα ἤχθοντο, εἰ μή τι πάσχοιεν κατὰ τὸ σῶμα ἑκάστοτε· ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπίχειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατ᾿ ἄγνοιαν παρακολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θεραπεύεσθαι ἠξίουν.
长老们如果身体不时常遭受些痛苦,就会极其忧虑;因为他们害怕如果在此时此地没有得到罪的报应(在肉体中的人因无知而常有许多罪),在彼处就会一次性地承受惩罚,因此他们渴望在此处得到医治。
φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι᾿ ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι »πᾶσα σὰρξ χόρτος«, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ »πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια«.
那么,我们应当畏惧的不是外在的疾病,而是导致疾病的罪,并且是灵魂的疾病,而非身体的疾病,因为“凡有血气的尽都如草”,身体和外在的美好只是“暂时的,而那看不见的才是永远的”。
§12Τὰ τῆς γνώσεως τὰ μὲν ἤδη μετέχομεν, τὰ δὲ δι᾿ ὧν ἔχομεν βεβαίως ἐλπίζομεν· οὔτε γὰρ πᾶν κεκομίσμεθα οὔτε παντὸς ὑστεροῦμεν, ἀλλ᾿ οἷον »ἀρραβῶνα« τῶν αἰωνίων ἀγαθῶν καὶ τοῦ πατρῴου πλούτου προσειλήφαμεν· τὰ δὲ ἐφόδια τῆς κυριακῆς ὁδοῦ οἱ μακαρισμοὶ τοῦ κυρίου.
关于知识的事物,我们已经分享了其中一部分,而另一部分则凭借我们所拥有的而确切地盼望着;因为我们既没有得到全部,也没有一无所有,而是预先得到了永远福分和父辈财富的类似“凭据”的东西;而主之道路上的旅粮,便是主的福乐宣告。
»ζητεῖτε«. γὰρ εἶπεν, »καὶ μεριμνᾶτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οἶδεν γὰρ ὁ πατὴρ ὧν χρείαν ἔχετε.
因为他说:“你们要寻求并挂虑神的国,这些东西就都要加给你们了;因为你们的父知道你们需要什么。
« οὕτως οὐ μόνον τὰς ἀσχολίας, ἀλλὰ καὶ τὰς φροντίδας περιγράφει.
” 这样,他不仅限制了俗务,也限制了忧虑。
»οὐ γὰρ τῇ ἡλικίᾳ«, φησίν, »ἐκ τοῦ φροντίζειν προσθεῖναί τι δύνασθε.
他说:“因为你们不能通过忧虑使自己的寿数增加一点。
« ὁ γὰρ θεὸς οἶδεν σαφῶς τίνα μὲν ἡμῖν ἔχειν, τίνων δὲ ἀπορεῖν συμφέρει.
” 因为神清楚地知道我们拥有什么、缺乏什么是对我们有益的。
κενώσαντας οὖν σφᾶς αὐτοὺς τῶν κοσμικῶν φροντίδων ἀξιοῖ πληροῦσθαι τῆς εἰς θεόν.
因此,他认为那些使自己从世俗忧虑中空虚出来的人,配得被对神的仰望所充满。
»ἡμεῖς γὰρ στενάζομεν ἐπενδύσασθαι ποθοῦντες« τὰ ἄφθαρτα, πρὶν ἐκδύσασθαι τὴν φθοράν.
“因为我们叹息,渴望穿上”不朽坏,在脱去朽坏之前。
ἐπιχεομένης γὰρ τῆς πίστεως ἀπορρεῖ ἡ ἀπιστία.
因为当信心灌注进来时,不信就会流失。
ὁμοίως καὶ ἐπὶ γνώσεως καὶ δικαιοσύνης.
对于知识和公义也是如此。
οὐ χρὴ οὖν μόνον κενῶσαι τὴν ψυχήν. ἀλλὰ καὶ πληρῶσαι θεοῦ.
因此,不仅需要倒空灵魂,还要用神来充满它。
οὔτε γὰρ ἔτι κακόν, ἐπεὶ πέπαυται, οὔτε ἤδη ἀγαθόν. ἐπεὶ μηδέπω εἴληφεν· τὸ δὲ μήτε ἀγαθὸν μήτε κακὸν οὐδέν ἐστιν.
因为恶虽然停止了,但它还不是善,因为还没有接受善;而既非善又非恶的东西是不存在的。
»ἐπάνεισι γὰρ εἰς τὸν κεκαθαρμένον οἶκον καὶ κενόν«, ἐὰν μηδὲν τῶν σωτηρίων ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρτον πνεῦμα. συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα.
“因为,如果没有把任何拯救的事物放进去,那原先居住的污秽之灵就会回到那被打扫干净且空虚的屋里,” “并带进另外七个更恶的灵。
διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθοῦ θεοῦ, ὅπερ ἐστὶν οἰκητήριον ἐπιλελεγμένον.
”因此,从恶中空虚之后,必须用良善的神充满灵魂,这便是被拣选的居所。
πληρωθέντων γὰρ τῶν κενῶν, τότε ἡ σφραγὶς ἐπακολουθεῖ. ἵνα φυλάσσηται τῷ θεῷ τὸ ἅγιον.
当空虚被充满时,印记便随之而来,好使圣洁之物为神得以保守。
§13»Πᾶν ῥῆμα ἵσταται ἐπὶ δύο καὶ τριῶν μαρτύρων«, ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐφ᾿ ὧν μαρτύρων καὶ βοηθῶν αἱ ἐντολαὶ λεγόμεναι φυλάσσεσθαι ὀφείλουσιν.
“凭两三个证人的口,句句都要定准”,即凭父、子和圣灵,在这些作为证人和帮助者面前,所宣布的诫命应当被遵守。