§1Οἱ ἀμφὶ τὸν Σεδράχ, Μισάκ, Ἀβδεναγὼ ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνοῦντες τὸν θεὸν λέγουσιν· »εὐλογεῖτε, οἱ οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
塞德拉、米萨、阿伯尼歌等人在火炉中赞美神,说:“诸天哪,当称颂主;当赞美他,将他极力提高,直到永远。
« εἶτα· »εὐλογεῖτε. ἄγγελοι, τὸν κύριον.
”接着说:“众使者啊,当称颂主。
« εἶτα· »εὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον.
” 接着说:“众水和天以上的一切啊,当称颂主。
« οὕτως ἐπὶ δυνάμεων τάσσουσιν αἱ γραφαὶ καθαρῶν τοὺς οὐρανοὺς καὶ τὰ ὕδατα, ὡς καὶ ἐπὶ τῇ γενέσει δηλοῦται.
”正如在创世记中所表明的那样,圣书将天和水列为洁净的能力。
εἰκότως οὖν ποικίλως τῆς δυνάμεως ὀνομαζομένης ἐπάγει Δανιήλ· »εὐλογείτω πᾶσα δύναμις τὸν κύριον.
因此,由于这能力有各种不同的称呼,达尼尔理所当然地接着说: “一切能力都当称颂主。
« εἶτα ἐφεξῆς· »εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον.
”接着:“太阳和月亮啊,当称颂主。
« καί· »εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· εὐλογεῖτε, πάντες οἱ σεβόμενοι κύριον. τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ.
” 以及:“天上的星辰哪,当称颂主;凡敬畏主、万神之神的人哪,都当称颂主;当赞美、感谢他,因为他的慈爱永远长存。
« [ἐν τῷ Δανιὴλ γέγραπται τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ ὑμνούντων. ]
”[这写在达尼尔书中,关于那三个在火炉中赞美的人。
§2»Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«, ὁ Δανιὴλ λέγει, ὁμοδοξῶν τῷ Ἐνὼχ τῷ εἰρηκότι· »καὶ εἶδον τὰς ὕλας πάσας.
] “那察看深渊、坐在基路伯之上的,是应当称颂的,”达尼尔说,这与曾说“我看见了一切质料”的以诺意见一致。
« ἄβυσσος γὰρ τὸ ἀπεράτωτον κατὰ τὴν ἰδίαν ὑπόστασιν, περαιούμενον δὲ τῇ δυνάμει τοῦ θεοῦ.
因为深渊在其自身实体中是无边无际的,但却被神的力量所限制。
αἱ τοίνυν οὐσίαι ὑλικαί. ἀφ᾿ ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται. ἄβυσσοι εἴρηνται· ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον.
因此,那些由此产生具体属和种的质料性实体被称为“深渊”;因为他绝不会仅把水称为深渊。
καίτοι καὶ ὕδωρ ἄβυσσος ἢ ὕλη ἀλληγορεῖται.
然而,水也常被寓意为深渊或质料。
§3»Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«.
“起初,神创造了天和地。
τὰ γήινα καὶ τὰ οὐράνια.
”即地上的和天上的事物。
ὅτι δὲ τοῦτο ἀληθές, εἶπεν ὁ κύριος πρὸς Ὠσηέ· »βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου.
至于这是真实的,主对何西阿说: “你去,娶淫妇为妻,收那从淫乱所生的儿女;因为这地大行淫乱,离弃了主。
« οὐ γὰρ τὸ στοιχεῖον λέγει, ἀλλὰ τοὺς ἐπὶ τῷ στοιχείῳ, τοὺς γηγενὲς φρόνημα ἔχοντας.
” 因为他指的不是元素本身,而是指那些在元素之上的、具有属地心思的人。
§4Ὅτι δὲ ἀρχὴ ὁ υἱός, Ὠσηὲ διδάσκει σαφῶς· »καὶ ἔσται ἐν τῷ τόπῳ. οὗ ἐρρέθη αὐτοῖς ›οὐ λαός μου ὑμεῖς‹, κληθήσονται καὶ αὐτοὶ υἱοὶ θεοῦ ζῶντος.
至于“起初”是指子,何西阿明确地教导说:“在从前对他们说‘你们不是我的子民’的地方,他们也将被称为永生神之子。
καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡμέρα τοῦ Ἰσραήλ.
犹大子民和以色列子民将聚集在一起,为自己立一个起初,且从这地上升,因为以色列的日子是伟大的。
« ᾧ γάρ τις πιστεύει. τοῦτον αἱρεῖται. πιστεύει δέ τις τῷ υἱῷ, ὅς ἐστιν ἀρχή.
” 因为一个人信仰什么,他就选择什么;而人信仰子,子就是起初。
διὸ καὶ προ[σ]εῖπεν· »τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω καὶ σώσω ἐν κυρίῳ θεῷ αὐτῶν«, σωτὴρ δὲ ὁ σῴζων υἱὸς τοῦ θεοῦ.
因此,他也预先说过:“但我却要怜悯犹大子民,借着他们的神、主,救脱他们,”而拯救者就是施救的神之子。
οὗτος ἄρα ἡ ἀρχή.
因此,他就是起初。
§5Δι᾿ Ὠσηὲ τὸ πνεῦμα »ἐγὼ δὲ παιδευτὴς ὑμῶν« φησί·
圣灵借着何西阿说:“我作你们的管教者。
»σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς κυρίου, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν.
”“在主的丘陵上吹角,在高处发声。
« καὶ μή τι αὐτὸ τὸ βάπτισμα ἀναγεννήσεως ὑπάρχον σημεῖον τῆς ὕλης ἐστὶν ἔκβασις διὰ τῆς τοῦ σωτῆρος διδασκαλίας, μεγάλου καὶ σφοδροῦ ῥεύματος ἀεὶ φερομένου καὶ παραφέροντος ἡμᾶς.
” 难道那作为重生标记的洗礼本身,不是借着救主的教导而脱离质料的出口吗? 这质料就像是不断流逝并把我们冲走的大而猛烈的洪流。
ἐξάγων οὖν τῆς ἀταξίας ἡμᾶς ὁ κύριος φωτίζει, εἰς τὸ φῶς ἄγων τὸ ἄσκιον καὶ οὐκέτι ὑλικόν.
因此,主把我们从无秩序中引出来,照亮我们,带我们进入那无影且不再属质料的光中。
§6Τοῦτον τὸν ποταμὸν τῆς ὕλης καὶ τὴν θάλασσαν διέκοψαν καὶ διέστησαν δυνάμει κυρίου προφῆται δύο, περατουμένης τῆς ὕλης καθ᾿ ἑκάτερον διάστημα ὕδατος βουλήσει τοῦ θεοῦ· διυπηρέτουν καθαροὶ στρατηγοὶ ἄμφω, δι᾿ ὧν ἐπιστεύθη τὰ σημεῖα, ἵνα δὴ ὁ δίκαιος ἐκ τῆς ὕλης γένηται, δι᾿ αὐτῆς ὁδεύσας τὰ πρῶτα.
这一质料的河流与海洋,被两位先知凭着主的力量剖开并分离开来,神凭其旨意在水的每一次划分中限制了质料;两位圣洁的统帅共同效力,神迹借着他们得以被相信,好使义人确实能从质料中脱离出来,此前他已先在其中穿行。
θατέρῳ μέν γε τῶν στρατηγῶν καὶ τοὔνομα τοῦ σωτῆρος ἡμῶν ἐπεβέβλητο.
实际上,其中一位统帅甚至被赋予了我们救主的名字。
§7Αὐτίκα δι᾿ »ὕδατος καὶ πνεύματος« ἡ ἀναγέννησις, καθάπερ καὶ ἡ πᾶσα γένεσις.
顿然,重生是通过“水和灵”,正如一切受造过程一样。
»πνεῦμα γὰρ θεοῦ ἐπεφέρετο τῇ ἀβύσσῳ.
“因为神的灵运行在深渊之上。
« καὶ διὰ τοῦτο ὁ σωτὴρ ἐβαπτίσατο μὴ χρῄζων αὐτός, ἵνα τοῖς ἀναγεννωμένοις τὸ πᾶν ὕδωρ ἁγιάσῃ.
”正因如此,救主受了洗,虽然他自己并不需要,好为那些重生的人圣化所有的水。
ταύτῃ τοι οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν καθαιρόμεθα.
以此,我们不仅身体,连灵魂也都被洗净了。
σημεῖον γοῦν τοῦ καὶ τὰ ἀόρατα ἡμῶν ἁγιάζεσθαι τὸ καὶ πνεύματα ἀκάθαρτα συμπεπλεγμένα τῇ ψυχῇ διυλίζεσθαι ἀπὸ τῆς γενέσεως τῆς καινῆς τε καὶ πνευματικῆς.
至于我们看不见的部分也被圣化的一个标记,便是那与灵魂交织在一起的污秽之灵,借着这新而属灵的诞生而被过滤、清除出去。