§36Δεῖ τοίνυν ἐπ᾿ ἴσης τῷ βουλομένῳ τὸ πειθόμενον ἔχειν τὸν μαθητὴν καὶ τῷ πόθῳ τὴν πίστιν ἐγκαταμίξαντα γυμνάζειν καὶ μελετᾶν, ἑκάστοτε πρὸς ἑαυτὸν τὴν τῶν θεωρημάτων ἀλήθειαν ἐξετάζοντα·
因此,如同希望拥有顺从弟子的人一样,弟子自身也必须将信仰与渴望交融,进行训练与修习,每次都针对自身来检验这些观照的真理。
ἐπειδὰν δὲ εὖ ἔχειν αὐτῷ δοκῇ, τότε δὴ καὶ εἰς τὰς τῶν πέλας ζητήσεις καθιέναι· ἐπεὶ καὶ οἱ νεοττοὶ προαποπειρῶνται τοῦ πετάσαι ἐπὶ τῆς καλιᾶς γυμνάσαντες τὰ πτερά.
当他觉得合适时,那时便可参与邻人的探求;因为雏鸟也是在巢上锻炼了翅膀后,才预先尝试飞翔。
§37Ἡ γὰρ ἀρετὴ ἡ γνωστικὴ πανταχοῦ καλὸν καὶ πρᾶον καὶ ἀβλαβὲς καὶ ἄλυπον καὶ μακάριον καὶ παρεσκευασμένον ἄριστα μὲν ὁμιλεῖν παντὶ τῷ θείῳ, ἄριστα δ᾿ ἀνθρώποις, θεωρητικὸν ὁμοῦ καὶ πρακτικόν, ἄγαλμα θεῖον τὸν ἄνθρωπον κατασκευάζουσα καὶ φιλόκαλον ἀπεργαζομένη δι᾿ ἀγάπης·
因为知者的德性在任何地方都是美好、温和、无害、无痛、福乐的,并且做好了最佳准备,既与一切神圣的事物极好地交往,也与人类极好地交往,它既是观照的又是实践的,通过爱将人塑造成神圣的造像,并使其成为爱美之人。
τὸ γὰρ καλὸν ὡς ἐκεῖ σοφίᾳ θεωρητὸν καὶ νοητόν, ἐνταῦθα σωφροσύνῃ καὶ δικαιοσύνῃ διὰ πίστεως πρακτόν, ἐν σαρκὶ μελετήσαντος ἀγγελικὴν ὑπουργίαν, ὥσπερ ἐν τόπῳ διαφανεῖ καὶ ἀμιάντῳ τῷ σώματι τὸν νοῦν καθιερώσαντος.
因为美在彼处是通过智慧被观照和理解的,而在此处则是通过信仰、以节制和公义来实践的,这属于那些在肉身中修练天使之服侍、将理智圣化在身体中如处于透明且无瑕之处的人。
§38Πρὸς δὲ Τατιανὸν λέγοντα εὐκτικὸν εἶναι τὸ »γενηθήτω φῶς« λεκτέον· εἰ τοίνυν εὐχόμενος ᾔδει τὸν ὑπερκείμενον θεόν, πῶς λέγει »ἐγὼ θεὸς καὶ πλὴν ἐμοῦ ἄλλος οὐδείς«;
而针对声称‘要有光’是祈祷之辞的塔提安,应当说:‘因此,如果他在祈祷时知道在他之上的神,他怎么会说“我是神,除我之外没有别神”呢?
§39Εἶπε μὲν ὡς κολάσεις εἰσὶ βλασφημιῶν, φλυαρίας, ἀκολάστων ῥημάτων, λόγῳ κολαζομένων καὶ παιδευομένων· ἔφασκεν δὲ καὶ διὰ τὰς τρίχας κολάζεσθει καὶ τὸν κόσμον τὰς γυναῖκας ὑπὸ δυνάμεως τῆς ἐπὶ τούτοις τεταγμένης, ἣ καὶ τῷ Σαμψὼν δύναμιν παρεῖχε ταῖς θριξίν, ἥτις κολάζει τὰς διὰ κόσμου τριχῶν ἐπὶ πορνείαν ὁρμώσας.
’ 他确实说过,对于亵渎、空谈和放荡言语存在着惩罚,人们被言语惩罚和训育;他还声称,由于头发和装饰,妇女们会受到被指派掌管这些事物的力量的惩罚,这力量也曾赐予参孙在其头发中的力量,并惩罚那些因头发的装饰而走向淫乱的妇女。
§40Καθάπερ ἀγαθοῦ ἀπορροίᾳ ἀγαθύνονται, οὕτως καὶ κακοῦ κακοῦνται.
正如因善的流出而变善,同样因恶而变恶。
καλὴ ἡ κρίσις τοῦ θεοῦ, ἥ τε διάκρισις ἡ τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων ἥ τε πρόκρισις ὑπὲρ τοῦ μὴ μείζονι περιπεσεῖν κρίσει ἥ τε κρίσις παίδευσις οὖσα.
神的审判是美好的,这既是信者与不信者的区分,也是为了不落入更大审判的预先选择,且审判本身即是训育。
§41Ἡ γραφή φησι τὰ βρέφη τὰ ἐκτεθέντα τημελούχῳ παραδίδοσθαι ἀγγέλῳ, ὑφ᾿ οὗ παιδεύεσθαί τε καὶ αὔξειν, »καὶ ἔσονται«, φησίν, »ὡς οἱ ἑκατὸν ἐτῶν ἐνταῦθα πιστοί.
圣经说,被遗弃的婴儿会被交给一位守护天使,他们由其驯养并成长,‘他们将,’经上说,‘如同此处百岁的信徒。
«
Διὸ καὶ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησί· »καὶ ἀστραπὴ πυρὸς πηδῶσα ἀπὸ τῶν βρεφῶν ἐκείνων καὶ πλήσσουσα τοὺς ὀφθαλμοὺς τῶν γυναικῶν· « ἐπεὶ ὁ δίκαιος »ὡς σπινθὴρ διὰ καλάμης ἐκλάμπει καὶ κρίνει ἔθνη. «
’ 因此彼得在《启示录》中也说:‘且有火的闪电从那些婴儿中跳出,击打妇女们的眼睛;’ 因为义人‘如火花在秸秆中闪耀,并审判万邦’。
§42»Μετὰ ὁσίου ὁσιωθήσῃ.
‘与圣者同在,你将成为圣。
« κατὰ αἶνον ὁσίων δεδόξασται τὸ ὄνομά σου, κατ᾿ ἐπίγνωσιν ἡμῶν δοξαζομένου τοῦ θεοῦ [κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν].
’根据圣徒的赞美,你的名已被荣耀,根据我们的知识,神被荣耀。
οὕτω καὶ τὸ »ζῇ κύριος« καὶ τὸ »ἀνέστη κύριος«.
同样,‘主活着’和‘主复活了’也是如此。
§43»Λαὸς ὃν οὐκ ἔγνων. ἐδούλευσέν μοι· « κατὰ διαθήκην οὐκ ἔγνων.
‘我未曾认识的民侍奉我;’按照盟约,我未曾认识他们。
»Υἱοὶ ἀλλότριοι· « τὰ τοῦ ἄλλου ἐζηλωκότες.
‘外邦的子民;’指那些觊觎他人之物的人。
§44»Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ.
‘使他君王的救恩显大。
« βασιλεῖς πάντες λέγονται οἱ πιστοί, κεκλημένοι εἰς βασιλείαν κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν.
’所有信徒都被称为君王,无论在知识上还是在继承上,都被召入国度。
§45»Ἡ μακροθυμία γλυκύτης ἐστὶν ὑπὲρ τὸ μέλι«, οὐχ ὅτι ἐστὶ μακροθυμία, ἀλλὰ κατὰ τὸν καρπὸν τῆς μακροθυμίας.
‘恒忍是超乎蜂蜜的甜美,’并非因为它是恒忍,而是按照恒忍的果子。
ἐπεὶ οὐδὲ ὁ ἐγκρατής ἐστιν ἀπαθής, κρατῶν οὐκ ἀπόνως τῶν παθῶν· ὅταν δὲ ἕξις γένηται, οὐκέτι ἐγκρατής, ἐν μιᾷ ἕξει τῷ ἁγίῳ πνεύματι γενομένου τοῦ ἀνθρώπου.
因为自制之人并非无情欲,他并非无痛地控制着情欲;但当它成为一种习惯时,他便不再是自制之人,因为这人已与圣灵处于同一个习惯之中。
§46»Πνεύματα· « λέγεται τὰ πάθη τὰ ἐν τῇ ψυχῇ οὐκ ἐξ οὐσίας πνεύματα, ἐπεὶ ἔσται ἐμπαθὴς ἄνθρωπος λεγεὼν δαιμόνων, ἀλλὰ κατὰ τὴν [προ]τροπήν.
‘灵;’魂中的情欲并非因其实质而被合称为灵,否则充满情欲的人将成为一群魔鬼,而是按照其倾向。
ἡ γὰρ αὐτὴ ψυχὴ κατὰ μεταβολὰς ἄλλας καὶ ἄλλας ποιότητας κακίας ἀναδεχομένη πνεύματα λέγεται ἀνειληφέναι.
因为同一个魂,随着改变而接纳种种不同的恶的性质,便被说成是接纳了灵。
§47Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλ᾿ ἀπροσπαθῶς διοικεῖν τὴν κτῆσιν.
道并不命令人放弃财产,而是要无执地管理财产。
ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι· τῆς ἐν πάθει γὰρ κτήσεως ἀφίστασθαι κελεύει καὶ πάσης προσπαθείας.
若发生什么变故,不要愤慨,不要忧伤,也不要渴望获取;因为祂命令人放弃处于情欲中的占有,以及一切的执着。
Ἡ θεία πρόνοια οὐ καταστρέφει ἐπὶ μόνους τοὺς ἐν σαρκί.
神的摄理并不限于那些在肉身中的人。