← アレクサンドリアのクレメンス

予言者抜書

§48-53

流産児の救済と詩篇の象徴的解釈

ペトロの黙示録に基づき流産した乳児の救いと罪による処罰を説き、胎児への魂の注入プロセスを解説する。さらに詩篇を引用して、天、大空、昼、夜が象徴する天使たちの働きや主の神秘を多義的に解釈する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§48

αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν »τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παραδίδοσθαι,1 ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα.« τὰ δ᾿ ἕτερα μόνης τῆς σωτηρίας τεύξεται, ὡς ἠδικημένα ἐλεηθέντα, καὶ μενεῖ ἄνευ κολάσεως, τοῦτο γέρας λαβόντα.

たとえば、ペトロは啓示の中でこう言っている。「流産した乳児たちは、より優れた運命にあずかることになるものであり、世話をする天使に引き渡され、その結果、知識を分かち合ってより優れた住まいを得ることになる。これは、彼らが肉体にあったとしても被ったであろうことを被った上でのことである。」他方、その他の子供たちは、不当な扱いを受けた者として憐れみを受け、救いだけを得る。そして、これを恩賞として受け取り、処罰なしにとどまる。

§49

»Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύμενον«, φησὶν ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει, »γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει«, διὰ τὰς ἁμαρτίας γίνεσθαι τὰς κολάσεις διδάσκων. ἐκ τῶν ἁμαρτιῶν γεννᾶσθαι αὐτάς φησιν, ὡς διὰ τὰς ἁμαρτίας ἐπράθη ὁ λαός, καὶ »διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν«, ὥς φησιν ὁ ἀπόστολος, »ὑπὸ τῶν ὄφεων ἐδάκνοντο«.

「そして女たちの乳は、乳房から流れ出て固まり、」とペトロは啓示の中で言っている。「肉を食らう細かな野獣を生み出し、それらは彼女たちに駆け上がって彼女たちを食い尽くす。」これにより、罪のゆえに処罰が生じることを教えている。彼は、それら(処罰)は罪から生まれると言っている。あたかも罪のゆえに民が売られ、また「キリストに対する不信仰のゆえに」、使徒が言うように、「彼らは蛇に噛まれた」かのように。

§50

Ἔλεγεν πρεσβύτης ζῷον εἶναι τὸ κατὰ γαστρός. εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν2 καὶ εἰσκριθεῖσαν ὑπό τινος τῶν τῇ γενέσει ἐφεστώτων ἀγγέλων προγινώσκοντος τὸν καιρὸν τῆς συλλήψεως κινεῖν πρὸς συνουσίαν τὴν γυναῖκα, καταβληθέντος δὲ τοῦ σπέρματος ὡς εἰπεῖν ἐξοικειοῦσθαι τὸ ἐν τῷ σπέρματι πνεῦμα καὶ οὕτως συλλαμβάνεσθαι τῇ πλάσει. † μαρτύριον ὠνόμασεν πᾶσιν. καὶ ὁπηνίκα ἂν εὐαγγελίζωνται οἱ ἄγγελοι τὰς στείρας, οἷον προεισκρίνουσι τῆς συλλήψεως τὰς ψυχάς· καὶ ἐν τῷ εὐαγγελίῳ »τὸ βρέφος ἐσκίρτησεν« ὡς ἔμψυχον. * * καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.

ある長老は、胎内のものは生き物であると言っていた。なぜなら、魂が子宮に入るが、その子宮は月経による清めから受胎のために整えられており、受胎の時をあらかじめ知っている、誕生を司る天使たちの一人によって送り込まれた魂が、女を交わりへと動かすからであり、種が下ろされると、言ってみれば、種の中にある霊が自分に適合し、このようにして形作りに向けて受胎されるからである。† 彼はすべての者に対して証言と呼んだ。そして、天使たちが不妊の女たちに福音を告げるときはいつでも、彼らは受胎に先立って魂をあらかじめ送り込むのである。また、福音書の中で「乳児が躍った」のも、魂を持っているからである。**そして、不妊の女たちが不妊であるのはこのためである。すなわち、魂が送り込まれず、種の降下を受胎と出産の維持へとまとめあげないからである。

§51

»Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.« οἱ οὐρανοὶ λέγονται πολλαχῶς, καὶ οἱ κατὰ διάστημα καὶ περίοδον καὶ ἡ κατὰ διαθήκην τῶν πρωτοκτίστων ἀγγέλων ἐνέργεια προσεχής· κυριωτέρᾳ γὰρ παρουσίᾳ ἀγγέλων αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως.3 διὰ γὰρ τοῦ κυρίου κινηθέντες οἱ πρωτόκτιστοι ἄγγελοι ἐνήργουν εἰς τοὺς προσεχεῖς τοῖς προφήταις ἀγγέλους διηγούμενοι »δόξαν θεοῦ«, τὰς διαθήκας. ἀλλὰ καὶ τὰ ἔργα τὰ κατὰ τὴν γῆν γενόμενα ὑπ᾿ ἀγγέλων διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς »δόξαν θεοῦ«. καλοῦνται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ πρωτόκτιστοι, μεθ᾿ οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι. ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι. »Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.« στερέωμα λέγει τὸν θεὸν τὸν ἀπαθῆ καὶ ἀμετάβλητον, ὡς καὶ ἀλλαχῇ ὁ αὐτὸς Δαβίδ· »ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ καταφυγή μου.« τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στερέωμα ἀναγγέλλει, τοῦτ᾿ ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ· ἀναγγέλλει γὰρ καὶ δείκνυσιν οὓς ἐποίησεν. »Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.« ὡς οἱ οὐρανοὶ πολλαχῶς. οὕτως καὶ ἡ ἡμέρα. ῥῆμα δὲ ὁ κύριος, καὶ ὁ αὐτὸς δὲ ἡμέρα πολλαχῇ εἴρηται. »καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.« ὁ διάβολος ᾔδει ἐλευσόμενον τὸν κύριον, εἰ δὲ ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο·4 διὸ καὶ ἐπείραζεν αὐτόν ἵνα γνῷ· † εἰ δυνατός ἐστιν. ἐᾶν φησι· »καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ εἰς καιρόν«, τουτέστιν ἀνεβάλλετο τὴν εὕρεσιν εἰς τὴν ἀνάστασιν. ᾔδει γὰρ τοῦτον εἶναι τὸν κύριον τὸν ἀναστησόμενον. ὁμοίως καὶ οἱ δαίμονες, ἐπεὶ καὶ Σολομῶνα ὑπώπτευσαν εἶναι τὸν κύριον, ἔγνωσαν δὲ μὴ εἶναι, ἁμαρτόντος αὐτοῦ. »νὺξ νυκτί·« πάντες οἱ δαίμονες ἔγνωσαν ὅτι κύριος ἦν ὁ ἀναστὰς μετὰ τὸ πάθος. ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.

「天は神の栄光を語る。」「天」という言葉は多義的に用いられる。空間的な天や周期(軌道)としての天もあれば、最初に創造された天使たちの、契約に応じた直接的な働きをも意味する。より主権的な天使たちの臨在によって、アダムに関するもの、ノアに関するもの、アブラハムに関するもの、モーセに関するものといった諸契約が執行されたからである。なぜなら、主によって動かされた、最初に創造された天使たちは、預言者たちに寄り添う天使たちに働きかけ、「神の栄光」、すなわち諸契約を語り伝えたからである。しかしまた、地上で行われる業も、天使たちによって、最初に創造された天使たちを通じて、「神の栄光」のために行われた。本来的な意味で「天」と呼ばれるのは、第一には主であり、次には最初に創造された天使たち、そしてその次には、律法の前の聖なる人々、たとえば父祖たち、モーセ、預言者たち、さらには使徒たちである。「大空はその手のわざを告げる。」「大空」とは、情念がなく不変である神のことを言っている。他の箇所で同じダビデが「主よ、私の力よ、あなたを愛します。主は私の大空であり、私の避難所です」と言っているように。それゆえ、その手のわざを大空自身が告げるとは、彼(神)の天使たちの創造を示し、明らかにすることである。なぜなら、神が造られた者たちを、[大空が]告げ、示すからである。「昼は昼に言葉を吐き出す。」天が多義的であるように、昼もまた同様である。「言葉」とは主のことであり、また同じ主が多義的に「昼」とも呼ばれている。「夜は夜に知識を伝える。」悪魔は主が来られることを知っていたが、イエスご自身がその方であるかどうかは知らなかった。それゆえ、彼がそうであるかを知るために、彼を試みたのである。† もし彼が可能であるなら。彼を去らせる。彼は言う、「そして一時的に彼から離れた」、すなわち復活の時まで正体を見出すのを延期したのである。なぜなら、彼(イエス)こそが復活される主であることを知っていたからである。同様に悪霊たちもそうだった。彼らはソロモンが主ではないかと疑ったが、彼が罪を犯したことによって主ではないと知った。「夜は夜に。」すべての悪霊は、受難の後に復活された方が主であったことを知った。またすでに、エノクも、背いた天使たちが人間に天文学や占い、その他の技術を教えたと言っている。

構文注4 件
  1. 48τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παραδίδοσθαι

    動詞 φησίν(彼は言う)に導かれた間接話法の不定詞構文。名詞句 τὰ βρέφη ἐξαμβλωθέντα が意味上の主語であり、指示代名詞 ταῦτα(これら)によって強調的に反復されて不定詞 παραδίδοσθαι(引き渡される)にかかる。未来分詞 ἐσόμενα は「〜となるであろう」という運命や目的を表す。

  2. 50εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν

    動詞 ἔλεγεν(彼は言っていた)に続く間接話法。対格の名詞 τὴν ψυχὴν が意味上の主語、現在分詞 εἰσιοῦσαν がその記述で、「魂が(子宮に)入ること」を指す。εἰς τὴν μήτραν(子宮の中に)に続く ηὐτρεπισμένην(整えられた)は、女性単数対格で τὴν μήτραν(子宮)を修飾している。

  3. 51αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως

    複数名詞 αἱ διαθῆκαι(諸契約)に対し、具体的な個々の契約を同格として列挙する際、定冠詞単数女性形 ἡ(〜に関するもの)が前置詞句(ἐπί + 属格)を伴って繰り返されている。

  4. 53εἰ δὲ ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο

    過去の継続的な不確実性を表すための、主節の過去時制(οὐκ ἠπίστατο)に伴う、間接疑問節内での希求法(εἴη)の用法。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:48-53