Humanitext Reader

亚历山太的革利免 · 先知书选粹 §29-35

真知的必要性与知者的纯洁生活

第 6 段,共 10 段 · 希腊语

内容简介

作者讨论了知者知识的必要性,以及将考察异端教义作为共同训练的有益性。同时,他描述了知者纯洁的生活、阐明圣经比喻的必要性,以及知者之光所带来的觉醒。

§29Ὄντων γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν, οἷον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῆς ἡμετέρας ψυχῆς. δεῖ πάντως καὶ τὸν περὶ αὐτῶν λόγον, ὅς ἐστι γνωστικός, εὔχρηστον ὁμοῦ καὶ ἀναγκαῖον τυγχάνειν.
因为既然存在着对于救赎有益且不可或缺的事物,例如父、子和圣灵,以及我们的灵魂,那么关于它们的言说(这是知者的言说)也必然同样既有益又不可或缺。
τοῖς δὲ καὶ τὴν προστασίαν ἐπανῃρημένοις τοῦ ὠφελεῖν εὔχρηστος ἡ πολυπειρία πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν δοκούντων παρ᾿ ἄλλοις ἀναγκαίως καὶ πολυμαθῶς ἐπεγνῶσθαι.
此外,对于那些承担起造益他人之领导职责的人来说,广泛的经验是有益的,以免漏掉任何在他人看来是不可或缺且博学掌握的事物。
φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις. καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθητήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμικοῖς ὀργάνοις.
而且,阐述异端的教义从另一方面也为探求的灵魂带来了共同的训练,并使弟子在真理上不致受骗,因为他已经预先熟练于被战争的乐器从四面八方吹响包围。
§30Τοῦ γνωστικοῦ μόνου, καθάπερ λέγουσι τὴν Κρήτην ἄγονον εἶναι θηρίων ὀλεθρίων, ὁ βίος καθαρὸς ἀπὸ παντὸς πονηροῦ ἔργου τε καὶ νοήματος καὶ λόγου, οὐδὲ ἐχθρὸν ἔχοντος τὸ παράπαν, ἀλλὰ καὶ φθόνου καὶ μίσους καὶ βλασφημίας πάσης καὶ διαβολῆς ἐκτὸς ὄντος.
唯独知者的生活,正如人们所说克里特岛不产致命的野兽一样,远离一切恶行、恶念和恶言,不仅完全没有仇敌,而且处于嫉妒、仇恨、一切亵渎和诽谤之外。
§31Ἐν πολλῷ δὲ τῷ βίῳ μακαριστὸς οὐ διὰ τὸ μακρὸν [γενόμενος] ζῆν, ᾧ γε καὶ διὰ τὸ ζῆσαι εὖ ὑπῆρξεν ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι.
在漫长的生命中,他蒙福并非因为活得长久,因为通过过好生活,他被赋予了成为配得永远活着的资格。
οὐδένα λελύπηκεν. ὅτι μὴ τῷ λόγῳ παιδεύων τοὺς ἡλκωμένους τὴν καρδίαν. καθάπερ μέλιτι σωτηρίῳ, γλυκεῖ τε ὄντι καὶ δηκτικῷ.
他没有使任何人忧伤,除非是用言语管教那些心灵受伤的人,如同用得救的蜂蜜,它既甜美又具刺激性。
ὥστε παντὸς μᾶλλον ὁ γνωστικὸς τὸ πρέπον ἂν μετὰ τοῦ κατὰ λόγον φυλάσσοι.
因此,知者比任何人都更会持守合宜,并与理性相伴。
τοῦ γὰρ ἐμπαθοῦς παντὸς περιτμηθέντος καὶ περιαιρεθέντος ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ, καθαρῷ γενομένῳ καὶ ἠλευθερωμένῳ εἰς υἱοθεσίαν, τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ.
因为当一切情欲的部分被剪除和消减之后,他此后便与整个人类灵魂中最好、已被净化并释放以获得子嗣身份的部分同在并生活。
§32Πυθαγόρας ἠξίου μὴ μόνον λογιώτατον, ἀλλὰ καὶ πρεσβύτατον ἡγεῖσθαι τῶν σοφῶν τὸν θέμενον τὰ ὀνόματα τοῖς πράγμασι.
毕达哥拉斯认为,不仅应该把给事物命名的人视为最博学的,而且应该视为智者中最古老的。
δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται. ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον. εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει.
因此,既然圣经被公认为是以比喻说出的,我们就必须精确地探究它们,从名称中猎取圣灵关于事物所抱持的见解——圣灵仿佛将自我的思想刻印在词句中来教导我们。
ἵνα ἡμῖν ἀκριβῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ᾿ ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ.
这样,当被我们精确地检验时,以多重含义说出的名称得以展开,而隐藏在众多遮蔽物之下的内容,通过被摸索和彻底理解,得以显现并闪耀光芒。
[οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον. οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πραγμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.
因为正如铅对于摩擦它的人来说,会从黑色中绽放出白色,即铅白,同样,知识将光辉和灿烂倾注在事物上,它便是那真正神圣的智慧,是纯粹的光,照亮人类中的洁净者,如同眼中的瞳人,使之能够看见并牢固地把握真理。
§33Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ αὐτῷ ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα.
因此,从那光之源点燃,因着对它的渴望而尽力尝试使自己与它同化,充满着光,我们便成为了真正光明的以色列人。
φίλους γὰρ εἶπεν καὶ ἀδελφοὺς τοὺς ἐχομένους τῆς πρὸς τὸ θεῖον ἀφομοιώσεως κατὰ ἐπιθυμίαν καὶ δίωξιν.
因为他称那些在渴望和追求中执守于与神性同化的人为“朋友”和“兄弟”。
§34* * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων ἔχοντες, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλίας καὶ δυνάμεως θεϊκῆς καταξιωθήσεται.
* * 清洁的地方和草地接纳了它,它们拥有圣洁显现的声音和某些异象,而完全被精确净化的人,其整体都将被视为配得神圣的教导和力量。
§35Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ.
但我知道,知识的奥秘对于大众来说带来了嘲笑,特别是当它们没有被诡辩的修辞所修饰时。
τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνα σάμενοι τῷ λογισμῷ ὡς ὑφ᾿ ἡδονῆς εὐφραινόμενοι καὶ ἀγαλλιώμενοι * * τὸν κύριον.
但对于少数人来说,就像突然被带入有屋顶遮蔽的宴席中的光一样,起初会带来惊愕,然后,那些习惯了、共同成长并在理性思考中得到训练的人,仿佛被快乐所取悦,欢欣鼓舞地……主。
ὡς γὰρ ἡ ἡδονὴ τὴν τῆς ἀλγηδόνος ἀπαλλαγὴν οὐσίαν ἔχει, οὕτως ἡ γνῶσις τῆς ἀγνοίας τὴν ὑπεξαίρεσιν.
因为正如快乐以摆脱痛苦为本质,同样,知识以消除无知为本质。
ὡς γὰρ οἱ μάλιστα καθεύδοντες οἴονται μάλιστα ἐγρηγορέναι, ἐναργεστέραις ὑποπίπτοντες καὶ ἀπερισπάστοις ταῖς ὄναρ φαντασίαις, οὕτως οἱ μάλιστα ἀγνοοῦντες μάλιστα εἰδέναι νομίζουσι.
因为正如那些睡得最深的人认为自己最清醒,因为他们置身于更清晰且不分心的梦境幻象中,同样,那些最无知的人也认为自己知道得最多。
μακάριοι δὲ οἱ ἐξ ύπνου τοῦδε καὶ τῆς παραφροσύνης ἀνεγειρόμενοι καὶ ἀναβλέψαντες τὸ φῶς καὶ τὴν ἀλήθειαν.
但那些从这睡眠和狂妄中被唤醒、并仰望光和真理的人是有福的。

词汇与语法注释

  1. 29Ὄντων γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν — 属格独立结构(genitive absolute),其主语是随后列举的属格名词 `πατρὸς καὶ υἱοῦ...`,分词 `Ὄντων` 置于句首,主语后置。
  2. 31ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι — 与格关系代名词 `ᾧ`(指代知者)与 `ἀξίῳ` 一致,作为不定式 `γενέσθαι` 的逻辑主语。动词 `ὑπῆρξεν` 意为“属于、被赋予”,整句表示“成为配得永远活着的人这一件事被赋予了他”。
  3. 31ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ... τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ — 动词 `σύνεστι`(与……同在)以与格 `τῷ κρατίστῳ`(最优秀的部分)为其补足语。属格 `τοῦ λοιποῦ` 用作副词,意为“此后、今后”。知者是主语,与他自身灵魂中已净化并获释放的最优部分共同生活。
  4. 35τοὺς δὲ ὀλίγους ... ἐκπλήξει τὰ πρῶτα — 虽然 `ἐκπλήξει` 在形式上像是与格名词(“以惊愕”),但在语境中,它通常被解读为动词 `ἐκπλήσσει`(第三人称单数,“使……惊愕”)的变体,以对格 `τοὺς δὲ ὀλίγους` 为其直接宾语。

引用这一段

亚历山太的革利免, 先知书选粹 §29-35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:29-35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。