§29Ὄντων γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν, οἷον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῆς ἡμετέρας ψυχῆς. δεῖ πάντως καὶ τὸν περὶ αὐτῶν λόγον, ὅς ἐστι γνωστικός, εὔχρηστον ὁμοῦ καὶ ἀναγκαῖον τυγχάνειν.
なぜなら、父と子と聖霊、さらには私たちの魂という、救いにとって有益かつ不可欠なものが存在するからには、それらに関する言説(それはグノーシス的なものであるが)もまた、必ずや同時に有益かつ不可欠なものとして存在するはずだからである。
τοῖς δὲ καὶ τὴν προστασίαν ἐπανῃρημένοις τοῦ ὠφελεῖν εὔχρηστος ἡ πολυπειρία πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν δοκούντων παρ᾿ ἄλλοις ἀναγκαίως καὶ πολυμαθῶς ἐπεγνῶσθαι.
また、他者を益するという指導的任務を引き受けている人々にとっては、他者において不可欠かつ博学に習得されていると見なされている事柄を何ひとつ見過ごさないために、広い経験を有することが有益である。
φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις.
また、異端の教えを提示することは、探求的な魂にとって、別の意味でも共同の訓練をもたらす。
καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθητήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμικοῖς ὀργάνοις.
そして、すでに戦いの楽器によって四方からラッパを吹き鳴らされることにあらかじめ備えて習熟している弟子を、真理において欺かれないように保つ。
§30Τοῦ γνωστικοῦ μόνου, καθάπερ λέγουσι τὴν Κρήτην ἄγονον εἶναι θηρίων ὀλεθρίων, ὁ βίος καθαρὸς ἀπὸ παντὸς πονηροῦ ἔργου τε καὶ νοήματος καὶ λόγου, οὐδὲ ἐχθρὸν ἔχοντος τὸ παράπαν, ἀλλὰ καὶ φθόνου καὶ μίσους καὶ βλασφημίας πάσης καὶ διαβολῆς ἐκτὸς ὄντος.
知る者ひとりにおいてのみ、あたかもクレタ島には破滅的な野獣がいないと言われているように、その生活はすべての悪しき行いと意図と言葉から清く、敵をまったく持たず、嫉妬や憎しみ、あらゆる不敬の言葉や中傷の枠外にある。
§31Ἐν πολλῷ δὲ τῷ βίῳ μακαριστὸς οὐ διὰ τὸ μακρὸν [γενόμενος] ζῆν, ᾧ γε καὶ διὰ τὸ ζῆσαι εὖ ὑπῆρξεν ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι.
そして長い生涯において、彼が祝福されるのは、長く生きることによるのではなく、よく生きたことによって永遠に生きるに値する者となることが彼に与えられたからである。
οὐδένα λελύπηκεν.
彼は誰も苦しませなかった。
ὅτι μὴ τῷ λόγῳ παιδεύων τοὺς ἡλκωμένους τὴν καρδίαν. καθάπερ μέλιτι σωτηρίῳ, γλυκεῖ τε ὄντι καὶ δηκτικῷ.
ただし、言葉によって、心に傷を負った者たちを、救いをもたらす蜂蜜(それは甘く、かつ刺激のあるものであるが)のようにして訓育する場合を除いては。
ὥστε παντὸς μᾶλλον ὁ γνωστικὸς τὸ πρέπον ἂν μετὰ τοῦ κατὰ λόγον φυλάσσοι.
それゆえ、知る者は何よりも、ロゴスに従うことと共に、ふさわしいことを守るであろう。
τοῦ γὰρ ἐμπαθοῦς παντὸς περιτμηθέντος καὶ περιαιρεθέντος ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ, καθαρῷ γενομένῳ καὶ ἠλευθερωμένῳ εἰς υἱοθεσίαν, τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ.
なぜなら、あらゆる情念的なものが切り取られ、取り除かれた後、魂全体の最も優れた部分が清められ、子とされるために自由になったものと、彼はこれ以後、共にあり、生きるからである。
§32Πυθαγόρας ἠξίου μὴ μόνον λογιώτατον, ἀλλὰ καὶ πρεσβύτατον ἡγεῖσθαι τῶν σοφῶν τὸν θέμενον τὰ ὀνόματα τοῖς πράγμασι.
ピタゴラスは、事物に名前を与えた者を、賢者たちの中で最も知的であるだけでなく、最も古い者とみなすよう求めていた。
δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται. ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον. εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει.
それゆえ、聖書は比喩によって語られていると一般に認められているのであるから、私たちは聖書を正確に探究し、名前から、聖霊が事物について抱いており、言わば自らの思考を言葉の中に刻み込んで教えている教えを、探し出すべきである。
ἵνα ἡμῖν ἀκριβῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ᾿ ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ.
それは、私たちにとって正確に検査されるとき、多義的に語られた名前が解きほぐされる一方で、多くの覆うものの陰に隠されているものが、模索され把握されることによって、明らかになり、輝き出るためである。
[οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον. οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πραγμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.
なぜなら、鉛をこする者たちに対して、鉛から白いもの、すなわち鉛白が吹き出るように、そのように知識もまた、事物の輝きと光彩を注ぎかけるものであり、真の意味での神的な知恵、すなわち純粋な光であり、清い人々を、目の瞳のように、真理に対する確実な視覚と把握へと照らすものであるだろう。
§33Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ αὐτῷ ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα.
それゆえ、あの光の源に火を灯され、その光への憧れから、できる限りそれ自身に自らを似せようと試みながら、光に満たされ、私たちは真の意味で光なるイスラエル人となる。
φίλους γὰρ εἶπεν καὶ ἀδελφοὺς τοὺς ἐχομένους τῆς πρὸς τὸ θεῖον ἀφομοιώσεως κατὰ ἐπιθυμίαν καὶ δίωξιν.
なぜなら、望みと追求において神的な同化に固執している者たちを、彼は「友」また「兄弟」と呼んだからである。
§34* * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων ἔχοντες, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλίας καὶ δυνάμεως θεϊκῆς καταξιωθήσεται.
* * それを、聖なる現れの声やある種の姿を持つ、清い場所や草地が受け入れたのであるが、完全に清められた人間は、その全体が神的な教えと能力に値するものとされるであろう。
§35Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ.
しかし私は、知識の神秘が多くの人々にとっては嘲笑をもたらすものであることを知っている。 特に、ソフィスト的な比喩によって修繕されていない場合にはそうである。
τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνα σάμενοι τῷ λογισμῷ ὡς ὑφ᾿ ἡδονῆς εὐφραινόμενοι καὶ ἀγαλλιώμενοι * * τὸν κύριον.
しかし、少数の人々に対しては、それは屋根で覆われた薄暗い宴の席に突然持ち込まれた光のように、最初は驚愕をもたらし、その後、慣れ親しみ、共に養われ、理性的思考において自らを訓練した人々は、喜びによって元気づけられ、歓喜しながら、……主を(称える)。
ὡς γὰρ ἡ ἡδονὴ τὴν τῆς ἀλγηδόνος ἀπαλλαγὴν οὐσίαν ἔχει, οὕτως ἡ γνῶσις τῆς ἀγνοίας τὴν ὑπεξαίρεσιν.
なぜなら、快楽が苦痛からの解放をその本質としているように、そのように知識は無知の除去をその本質としているからである。
ὡς γὰρ οἱ μάλιστα καθεύδοντες οἴονται μάλιστα ἐγρηγορέναι, ἐναργεστέραις ὑποπίπτοντες καὶ ἀπερισπάστοις ταῖς ὄναρ φαντασίαις, οὕτως οἱ μάλιστα ἀγνοοῦντες μάλιστα εἰδέναι νομίζουσι.
なぜなら、深く眠っている者たちが、夢の中の極めて鮮明で気を散らされることのない幻影に身を委ねることで、最も目覚めていると思い込むように、そのように、最も無知な者たちが、最もよく知っていると思い込んでいるのである。
μακάριοι δὲ οἱ ἐξ ύπνου τοῦδε καὶ τῆς παραφροσύνης ἀνεγειρόμενοι καὶ ἀναβλέψαντες τὸ φῶς καὶ τὴν ἀλήθειαν.
しかし、この眠りと狂気から呼び覚まされ、光と真理を仰ぎ見る人々は幸いである。