- 底本
- Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:26-28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
神が「焼き尽くす火」と呼ばれることの真意、初期教会の長老たちが著作を残さず口頭伝承に専念した理由、そしてグノーシス(知識)が人々の資質に応じて異なる有益さをもたらすことを論じている。
Οὕτως γοῦν καὶ ὅταν ὁ θεὸς λέγηται »πῦρ καταναλίσκον«, οὐ κακίας. ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμβολον ἐκδεκτέον·1 ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτίσαι, ποιῆσαι. τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων. ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ. οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ.2 διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπανσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ὁ ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον. »πῦρ« οὖν ὅταν λέγηται ὁ θεὸς »καταναλίσκον«, δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν. περὶ τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· »πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν«, δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν. τῶν δὲ ὑλικῶν, ὡς μὲν ἐκεῖνοί φασιν, ἀφανιστικήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν. ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς.
それゆえ、このように神が「焼き尽くす火」と言われるときにも、それを悪の名称や象徴と受け取るべきではなく、力のそれと受け取るべきである。なぜなら、火が諸元素の中で最も強力であり、すべてのものを支配しているように、そのように神も全能にして全支配者であり、支配し、創造し、造り、養い、成長させ、救うことができ、体と魂に対する権能を持っておられるからである。したがって、火が諸元素より優れているように、そのように全支配者は、神々や力や支配よりも優れておられる。また、火の力は二重であって、一方は果実の実りと動物の誕生と発育に適した、創造的なものであり、太陽がその肖像である。他方は、地上の火のように、消費し滅ぼすためのものである。それゆえ、神が「焼き尽くす火」と言われるとき、それは強力で抵抗しがたい力、いかなることも不可能ではなく、滅ぼすことさえも可能な力を意味している。このような力について、救い主も「私は地上に火を投じるために来た」と言っておられる。それは明らかに、聖なる人々に対しては浄化する力であり、物質的な人々に対しては、彼らが言うように消滅させる力、しかし私たちが言うように教育する力である。そして、火は恐れを抱かせ、光は喜びをもたらす。
Οὐκ ἔγραφον δὲ οἱ πρεσβύτεροι μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι,3 μηδὲ μὴν τὸν τοῦ προσκέπτεσθαι τὰ λεχθησόμενα καιρὸν καταναλίσκοντες εἰς γραφήν. τάχα δὲ οὐδὲ τῆς αὐτῆς φύσεως κατόρθωμα τὸ συντακτικὸν καὶ διδασκαλικὸν εἶδος εἶναι πεπεισμένοι τοῖς εἰς τοῦτο πεφυκόσι συνεχώρουν.4 τὸ μὲν γὰρ ἀκωλύτως καὶ μετὰ ῥύμης φέρεται ῥεῦμα τοῦ λέγοντος, καί που τάχα καὶ συναρπάσαι δυνάμενον, τὸ δὲ ὑπὸ τῶν ἐντυγχανόντων ἑκάστοτε βασανιζόμενον, ἀκριβοῦς τῆς ἐξετάσεως τυγχάνον, ἄκρας καὶ τῆς ἐπιμελείας ἀξιοῦται, καὶ ἔστιν οἷον εἰπεῖν ἔγγραφος διδασκαλίας βεβαίωσις, καὶ εἰς τοὺς ὀψιγόνους οὕτως διὰ τῆς συντάξεως παραπεμπομένης τῆς φωνῆς. ἡ γὰρ τῶν πρεσβυτέρων παρακαταθήκη διὰ τῆς γραφῆς λαλοῦσα ὑπουργῷ χρῆται τῷ γράφοντι πρὸς τὴν παράδοσιν εἰς σωτηρίαν τῶν ἐντευξομένων. καθάπερ οὖν ἡ μαγνῆτις λίθος τὴν ἄλλην ὕλην παραπεμπομένη μόνον ἐφέλκεται δι᾿ ἐπιτηδειότητα τὸν σίδηρον, οὕτως καὶ τὰ βιβλία πολλῶν ὄντων τῶν ἐντυγχανόντων τοὺς οἵους τε συνιέναι μόνους ἐπισπᾶται. ὁ γὰρ τῆς ἀληθείας λόγος τοῖς μὲν »μωρία«, τοῖς δὲ »σκάνδαλον«, ὀλίγοις δὲ »σοφία« οὕτως καὶ »δύναμις« εὑρίσκεται »θεοῦ«· φθόνος δὲ ἀπείη γνωστικοῦ. διὰ τοῦτο γὰρ καὶ ζητεῖ πότερον χεῖρον, ἀναξίῳ δοῦναι ἢ ἀξίῳ μὴ παραδοῦναι. καὶ κινδυνεύει ὑπὸ πολλῆς τῆς ἀγάπης οὐ μόνον παντὶ τῷ προσήκοντι, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ ἀναξίῳ λιπαρῶς δεομένῳ κοινωνήσειν,5 οὐ διὰ τὴν δέησιν (οὐ γὰρ φιλοδοξεῖ), ἀλλὰ διὰ τὴν ἐπιμονὴν τοῦ δεομένου μελετῶντος εἰς πίστιν διὰ πολλῆς τῆς δεήσεως.
かつて長老たちは書物を書かなかった。それは、伝承を教授するという配慮を、執筆に関する別の配慮によって妨げられたくないと考えたからであり、また、語られるべき事柄を熟考するための時間を執筆のために費やすことを望まなかったからである。おそらく、体系的に執筆する形式と、教授する形式とは、同じ資質による達成ではないと確信していたため、彼らはこれに適した生まれつきの才能を持つ者たちにそれを委ねたのであろう。なぜなら、前者は妨げられることなく話し手の流れの勢いに乗って進み、おそらくは聞き手を魅了することもできるが、後者は読者によってその都度吟味され、精密な審査を受けるため、極限の注意を払うに値するからであり、また言ってみれば、それは書かれた形の教えの確定であり、このように体系的な叙述を通じてその声が後世へと伝えられるからである。長老たちの遺託は、書物を通じて語ることにより、それを読む者たちの救いへと伝承を届けるために、執筆者を奉仕者として用いるのである。したがって、磁石が他の物質を素通りさせて、その適性ゆえに鉄だけを引き寄せるように、書物もまた、多くの読者がいる中で、理解することのできる者だけを引き寄せるのである。なぜなら、真理の言葉はある人々にとっては「愚かさ」であり、別の人々にとっては「つまずき」であるが、わずかな人々にとっては「知恵」であり、このようにして「神の力」として見出されるからである。しかし、知る者から嫉妬が遠ざかるように。なぜなら、まさにこのために彼は、値しない者に与えることと、値する者に伝授しないことのどちらがより悪いかを詮索するのである。そして彼は深い愛のゆえに、ふさわしいすべての人に対してだけでなく、時には熱心に求める値しない者に対しても分かち合う危険を冒す。それは、その懇願のためではなく(彼は名声を求めないから)、多くの懇願を通じて信仰へと努めている懇願者の粘り強さのためである。
Εἰσὶ δ᾿ οἳ λέγοντες εἶναι γνωστικοὶ τοῖς οἰκείοις φθονοῦσι μᾶλλον ἤ τοῖς ἐκτός. ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ᾿ ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ᾿ ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκοδομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως τῶν πραγμάτων· ὁ δὲ ἀθλητής, γνωρίσας τὸ στάδιον τὸ Ὀλυμπιακόν, ἐπαποδύεται τῇ διδασκαλίᾳ6 καὶ ἀγωνίζεται καὶ νικηφόρος γίνεται, τοὺς ἀντιπάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρακρουσάμενος καὶ καταγωνισάμενος. ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς. ὡς γὰρ οὐκ ἔστι πιστεῦσαι ἄνευ κατηχήσεως, οὕτως οὐδὲ καταλαβέσθαι ἄνευ γνώσεως.
ところで自分たちが知る者であると言いながら、外部の者たちに対してよりもむしろ身内の者たちに対して嫉妬する者がいる。しかし、海がすべての人に開放されている中で、ある者は泳ぎ、ある者は商いを行い、ある者は魚を獲るように、また、地が共有のものである中で、ある者は旅をし、ある者は耕し、別の者は狩りをし、またある者は鉱山を探索し、別の者は家を建てるように、そのように聖書が読まれるときにも、ある者は信仰において、ある者は品性において益を得て、別の者は事物の真の認識を通じて迷信を取り除かれる。そして、オリンピック競技場を知った競技者は、その教えのために身を投じて戦い、勝利者となる。それは、知る者の道を妨げ、非難する敵対者たちをかわし、打ち負かしたからである。なぜなら、知識は魂の訓練にとっても品性の厳粛さにとっても不可欠であり、信者たちをより尊敬に値する者、そして事物の正確な観察者とするからである。というのも、教育なしに信じることができないように、知識なしに理解することもできないからである。
- 26οὐ κακίας, ἀλλὰ δυνάμεως ὄνομα καὶ σύ幕ολον ἐκδεκτέον
非人称形容詞 ἐκδεκτέον の主語または目的語として、前文の「神が『焼き尽くす火』と呼ばれること」が想定される。属格の κακίας と δυνάμεως は ὄνομα καὶ σύμβολον(名称と象徴)にかかる。
- 26.2οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ
前半の従属節 ὡς ... ὑπερέχει τὸ πῦρ(火が〜より優れているように)との構造的対比から、主節においても動詞 ὑπερέχει(優れている)の省略を補って読む必要がある。ὁ παντοκράτωρ がその主語であり、属格 θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν は比較または支配の属格である。
- 27μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι
与格の τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι(執筆に関する別の配慮によって)は、動詞 ἀπασχολεῖν(逸らせる、引き離す)に伴う手段または原因の与格であり、対格の目的語である τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα(伝承を教授する配慮)を妨げる要因を示している。
- 27.2τοῖς εἰς τοῦτο πεφυκόσι συνεχώρουν
動詞 συγχωρέω は「委ねる、許す」を意味し、ここでは与格 τοῖς εἰς τοῦτο πεφυκόσι(これ[執筆]に生まれつき適した人々)を間接目的語として取り、文脈から「執筆すること(τὸ γράφειν)」そのものを譲ることを示している。
- 27.7κινδυνεύει ... κοινωνήσειν
動詞 κινδυνεύω(〜の危険がある、〜しかねない)が未来不定詞 κοινωνήσειν(分かち合う、与える)を従えており、主語(グノーシス主義者)が過度の愛から「(値しない者にも)与えてしまう危険を冒す」という客観的な傾向を表す構文である。
- 28.2ἐπαποδύεται τῇ διδασκαλίᾳ
動詞 ἐπαποδύομαι(競技のために衣服を脱ぐ、乗り出す)が、与格 τῇ διδασκαλίᾳ(教え、訓練、規律)を取り、「(競技者が競技場に向けて服を脱ぐように)その教えや鍛錬へと身を投じる」という比喩的な表現になっている。
