Humanitext Reader

阿基米德 · 引理集 §8-10

延长弦的弧三倍关系与直交弦所截弧的性质

第 4 段,共 7 段 · 希腊语

内容简介

第8章证明了延长弦与圆弧之间的三倍关系,第9章证明了不通过圆心且直交的两弦所截对弧之和相等,第10章证明了在双切线与一割线的构型中垂线平分底边的性质。

§8## ή. Εἴ κα ἐν κύκλῳ εὐθεῖά τις ΑΒ προσαρμοσμένα ᾖ, ἐκβληθῇ δὲ κατὰ τὸ Γ σαμεῖον, ὥστε τὰν ΒΓ εὐθεῖαν τᾷ ἐκ τοῦ κέντρου ἴσαν εἶμεν, διαχθῇ δὲ εὐθεῖά τις ἀπὸ τοῦ Γ διὰ τοῦ κέντρου τοῦ κύκλου ἐπὶ τὸ Ε σαμεῖον, ἐσσεῖται περιφέρεια ἁ ΑΕ περιφερείας τᾶς ΒΖ τριπλασίων.
## ή. 如果圆中有一条直线 ΑΒ[作为弦]安置其中,并延长到点 Γ,使得直线 ΒΓ 等于该圆的半径,且有一条直线自 Γ 点穿过圆心引到点 Ε,则弧 ΑΕ 将是弧 ΒΖ 的三倍。
Ἄχθω γὰρ ἁ ΕΗ παρὰ τὰν ΑΒ καὶ ἐπεζεύχθων αἱ △Β, △Η. Ἐπεὶ οὖν γωνίαι αἱ ὑπὸ ΒΓ△, Β△Γ, △ΕΗ, △ΗΕ ἴσαι ἀλλάλαις ἐντί, γωνία δὲ ἁ ὑπὸ Γ△Η γωνίας τᾶς ὑπὸ △ΕΗ ἐστὶ διπλασίων, ἐσσεῖται ἄρα γωνία ἁ ὑπὸ Β△Η γωνίας τᾶς ὑπὸ Β△Γ τριπλασίων.
令 ΕΗ 平行于 ΑΒ 引出,且连结 ΔΒ, ΔΗ。 因为,角 ΒΓΔ、ΒΔΓ、ΔΕΗ、ΔΗΕ 彼此相等,且角 ΓΔΗ 是角 ΔΕΗ 的两倍,所以角 ΒΔΗ 将是角 ΒΔΓ 的三倍。
Ἐσσεῖται ἄρα περιφέρεια ἁ ΒΗ, τουτέστιν ἁ ΑΕ, περιφερείας τᾶς ΒΖ τριπλασίων·
因此,弧 ΒΗ(即弧 ΑΕ)将是弧 ΒΖ 的三倍。
δέδεικται οὖν τὸ προτεθέν.
故所求证者已毕。
§9## θ΄. Εἴ κα ἐν κύκλῳ δύο εὐθεῖαι τέμνωντι ἀλλάλας ποτʼ ὀρθὰς μὴ διὰ τοῦ κέντρου οὖσαι, δύο αἱ ἀπεναντίον περιφέρειαι δυσὶ ταῖς ἀπεναντίον ἴσαι ἀλλάλαις ἐντί.
## θ΄. 如果圆内有两条不经过圆心的直线以直角相交,则两个相对的弧[之和]等于另两个相对的弧[之和]。
Ἔστω κύκλος ὁ ΑΒΓ καὶ δύο εὐθεῖαι αἱ ΑΒ, Γ△ τέμνουσαι ἀλλάλας ποτʼ ὀρθάς, μὴ διὰ τοῦ κέντρου οὖσαι· φαμὶ δή, δύο αἱ ἀπεναντίον περιφέρειαι αἱ Α△, ΓΒ δυσὶ ταῖς ἀπεναντίον ταῖς ΑΓ, Β△ ἴσαι ἀλλάλαις ἐντί.
设有圆 ΑΒΓ,其内有两条不经过圆心的直线 ΑΒ, ΓΔ 以直角相交;我断言,两个相对的弧 ΑΔ, ΓΒ[之和]等于另两个相对的弧 ΑΓ, ΒΔ[之和]。
Τετμάσθω γὰρ δίχα ἁ Γ△ κατὰ τὸ H σαμεῖον καὶ διὰ τοῦ H διάχθω διάμετρος τοῦ κύκλου ἁ ΕΖ παρὰ τὰν ΑΒ. Ἐπεὶ οὖν περιφέρεια ἁ ΕΓ περιφερείαις ταῖς ΕΑ, Α△ ἴσα ἐστίν, ἐσσοῦνται ἄρα περιφέρειαι αἱ ΓΖ, ΕΑ, Α△ ἁμικυκλίῳ ἴσαι·
令 ΓΔ 于点 Η 处被平分,且穿过 Η 作圆的直径 ΕΖ 平行于 ΑΒ。 因为,既然弧 ΕΓ 等于弧 ΕΑ, ΑΔ[之和],所以弧 ΓΖ, ΕΑ, ΑΔ[之和]将等于半圆。
ἔστι δὲ περιφέρεια ἁ ΕΑ περιφερείᾳ τᾷ ΒΖ ἴσα· συναμφότερος ἄρα περιφέρεια ἁ ΓΒ, Α△ ἁμικυκλίῳ ἐστὶν ἴσα·
又因为弧 ΕΑ 等于弧 ΒΖ,所以合起来的弧 ΓΒ, ΑΔ[之和]等于半圆。
λοιπὴ ἄρα περιφέρεια ἁ ΑΓ, △Β ἁμικυκλίῳ ἐστὶν ἴσα δέδεικται οὖν τὸ προτεθέν.
因此,剩余的弧 ΑΓ, ΔΒ[之和]亦等于半圆。 故所求证者已毕。
§10## ι΄. Εἴ κα ᾖ κύκλος καὶ δύο εὐθεῖαι αἱ △Α, △Γ ἐπιψαύουσαι αὐτοῦ κατὰ τὰ Α, Γ σαμεῖα, τέμνουσα δὲ εὐθεῖα ἁ △Β, ἀχθῇ δὲ ἁ ΕΓ παρὰ τὰν Β△, ἐπιζευχθῇ δὲ ἁ ΕΑ τέμνουσα τὰν △Β κατὰ τὸ Ζ, καὶ ἀπὸ τοῦ Ζ ποτʼ ὀρθὰς τᾷ ΕΓ ἀχθῇ ἁ ΖΗ, ἁ ἀγμένα τὰν ΕΓ δίχα τέμνει.
## ι΄. 设有一圆,有两条直线 ΔΑ, ΔΓ 于点 Α, Γ 处与该圆相切,且有一割线 ΔΒ;令 ΕΓ 平行于 ΒΔ 引出,连结 ΕΑ 且与 ΔΒ 交于点 Ζ,自 Ζ 向 ΕΓ 作垂线 ΖΗ,则所引之线[ΖΗ]平分 ΕΓ。
Ἐπεζεύχθω γὰρ ἁ ΑΓ. Ἐπεὶ οὖν εὐθεῖα ἁ △Α ἐπιψαύουσα τοῦ κύκλου ἐστίν, ἁ δὲ ΑΓ τέμνουσα αὐτόν, γωνία ἁ ὑπὸ △ΑΓ τᾷ ἐν τῷ ἐναλλὰξ τμάματι τοῦ κύκλου γωνίᾳ τᾷ ὑπὸ ΑΕΓ, τουτέστι τᾷ ὑπὸ ΑΖ△, ἐστὶν ἴσα.
连结 ΑΓ。 因为,既然直线 ΔΑ 是圆的切线,且 ΑΓ 割圆,则角 ΔΑΓ 等于圆的交错弓形中的角 ΑΕΓ,即 ΑΖΔ。
Ἔστι γὰρ ἁ ΓΕ παρὰ τὰν Β△.
因为 ΓΕ 平行于 ΒΔ。
Καὶ ἐπεὶ ἐν δυσὶ τριγώνοις τοῖς △ΑΖ, ΑΘ△ δύο γωνίαι αἱ ὑπὸ ΑΖ△, ΘΑ△ ἴσαι ἀλλάλαις ἐντί, γωνία δὲ ἁ πρὸς τῷ △ κοινά, τὸ ἄρα ὑπὸ τῶν Ζ△, △Θ περιεχόμενον ὀρθογώνιον τῷ ἀπὸ τᾶς △Α, τουτέστι τῷ ἀπὸ τᾶς △Γ τετραγώνῳ, ἐστὶν ἴσον ἐπεὶ οὖν ὃν λόγον ἔχει ἁ Ζ△ ποτὶ τὰν △Γ, τοῦτον ἔχει καὶ ἁ △Γ ποτὶ τὰν △Θ, γωνία δὲ ἁ ποτὶ τὸ △ σαμεῖον κοινά ἐστιν, τρίγωνα ἄρα τὰ △ΖΓ, △ΓΘ ἐστὶν ὅμοια καὶ γωνίαι αἱ ὑπὸ △ΖΓ, △ΓΘ, △ΑΘ, ΑΖ△ ἴσαι ἀλλάλαις ἐντί·
又因为在两个三角形 ΔΑΖ, ΑΘΔ 中,两个角 ΑΖΔ, ΘΑΔ 彼此相等,且在 Δ 处的角公共,所以由 ΖΔ, ΔΘ 所包围的矩形等于 ΑΔ 上的正方形,即等于 ΔΓ 上的正方形。 因为,既然 ΖΔ 对 ΔΓ 的比,等于 ΔΓ 对 ΔΘ 的比,且在点 Δ 处的角公共,所以三角形 ΔΖΓ, ΔΓΘ 相似,且角 ΔΖΓ, ΔΓΘ, ΔΑΘ, ΑΖΔ 彼此相等。
ἔστι δὲ καὶ γωνία ἁ ὑπὸ △ΖΓ τᾷ ὑπὸ ΖΓΕ ἴσα· ἦν δὲ καὶ ἁ ὑπὸ △ΖΑ τᾷ ὑπὸ ΑΕΓ ἴσα ἐν δυσὶ τριγώνοις ἄρα τοῖς ΕΗΖ, ΓΗΖ δύο γωνίαι αἱ ὑπὸ ΗΕΖ, ΗΓΖ ἴσαι ἀλλάλαις ἐντὶ καὶ αἱ ποτὶ τῷ Η σαμείῳ γωνίαι ὀρθαί·
又因为角 ΔΖΓ 等于角 ΖΓΕ,且角 ΔΖΑ 也等于角 ΑΕΓ。 所以在两个三角形 ΕΗΖ, ΓΗΖ 中,两个角 ΗΕΖ, ΗΓΖ 彼此相等,且在点 Η 处的角为直角;而边 ΗΖ 为公共边。
ἔστι ὲ πλευρὰ ἁ ΗΖ κοινά ἔστιν ἄρα ἁ ΕΗ τᾷ ΗΓ ἴσα·
因此,ΕΗ 等于 ΗΓ。
δέδεικται οὖν τὸ προτεθέν.
故所求证者已毕。

词汇与语法注释

  1. 148τᾷ ἐκ τοῦ κέντρου — “自中心[引出的直线]”是表示圆的“半径”的几何学惯用表达。
  2. 148γωνίαι αἱ ὑπὸ ΒΓ△, Β△Γ, △ΕΗ, △ΗΕ — 构型“ὑπό + 冠词 + 三点”表示角。这些角的相等基于等腰三角形底角相等(因为 ΒΓ = ΔΒ,皆为半径)以及由平行线 ΕΗ // ΑΒ 形成的内错角/同位角相等。
  3. 150δύο αἱ ἀπεναντίον περιφέρειαι δυσὶ ταῖς ἀπεναντίον — 字面直译为“两个相对的弧等于另两个相对的[弧]”,但在上下文语义中,它指的是两组对弧的“和”彼此相等。后文的证明通过展示两组和各自等于半圆(ἁμικυκλίῳ)来证实这一点。
  4. 151τᾷ ἐν τῷ ἐναλλὰξ τμάματι τοῦ κύκλου γωνίᾳ — “圆的交错弓形中的角”是古代几何学的专业术语,指接弦定理(切线与弦所夹的角等于该弦所对的圆周角)。
  5. 151τὸ ἄρα ὑπὸ τῶν Ζ△, △Θ περιεχόμενον ὀρθογώνιον — “由 ΖΔ, ΔΘ 所包围的矩形”在几何代数中用面积表示线段之积(ΖΔ × ΔΘ)。该等式由三角形 ΔΑΖ 与 ΔΘΑ 的相似比(ΔΖ : ΔΑ = ΔΑ : ΔΘ)推导而来。此外,点 Θ 虽然在原文中没有明确定义,但它是割线 ΔΒ 与弦 ΑΓ 的交点。

引用这一段

阿基米德, 引理集 §8-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0552.tlg011.humanitext-grc1:8-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。