Humanitext Reader

阿基米德 · 数沙术 §3#1

表示巨大数的命名法与数的分类

第 5 段,共 9 段 · 希腊语

内容简介

阿基米德定义了一套用于表示任意大数的独特命名系统(“数”的类别与“周期”),超越了常规直到“万个万”的命名法,并开始引入等比数列的性质作为其应用。

§3#1ΙΙΙ. Ἃ μὲν οὖν ὑποτίθεμαι, ταῦτα·
III. 以上就是我的假设。
χρήσιμον δὲ εἶμεν ὑπολαμβάνω τὰν κατονόμαξιν τῶν ἀριθμῶν ῥηθῆμεν, ὅπως καὶ τῶν ἄλλων οἱ τῷ βιβλίῳ μὴ περιτετευχότες τῷ ποτὶ Ζεύξιππον γεγραμμένῳ μὴ πλανῶνται διὰ τὸ μηδὲν εἶμεν ὑπὲρ αὐτᾶς ἐν τῷδε τῷ βιβλίῳ προειρημένον.
不过,我认为阐明数字的命名方法是有用的,以免其他没有读过写给宙克西波斯的那本书的人,因为本书中之前未曾对此提及而产生困惑。
Συμβαίνει δὴ τὰ ὀνόματα τῶν ἀριθμῶν ἐς τὸ μὲν τῶν μυρίων ὑπάρχειν ἁμῖν παραδεδομένα, καὶ ὑπὲρ τὸ τῶν μυρίων ἀποχρεόντως γιγνώσκομες μυριάδων ἀριθμὸν λέγοντες ἔστε ποτὶ τὰς μυρίας μυριάδας.
的确,传给我们的数字名称直到一万为止,而在一万之上,我们也可以通过说“若干个万”来充分知晓它们,直到“万个万”。
Ἔστων οὖν ἁμῖν οἱ μὲν νῦν εἰρημένοι ἀριθμοὶ ἐς τὰς μυρίας μυριάδας πρῶτοι καλούμενοι, τῶν δὲ πρώτων ἀριθμῶν αἱ μύριαι μυριάδες μονὰς καλείσθω δευτέρων ἀριθμῶν, καὶ ἀριθμείσθων τῶν δευτέρων μονάδες καὶ ἐκ τᾶν μονάδων δεκάδες καὶ ἑκατοντάδες καὶ χιλιάδες καὶ μυριάδες ἐς τὰς μυρίας μυριάδας.
因此,让我们把目前提到的直到“万个万”的数字称为我们所说的“第一类数”;在第一类数中,“万个万” 应该被称为“第二类数”的“单位”;并且让我们数第二类数的单位,以及由这些单位组成的十、百、千、万,直到“万个万”。
Πάλιν δὲ καὶ αἱ μύριαι μυριάδες τῶν δευτέρων ἀριθμῶν μονὰς καλείσθω τρίτων ἀριθμῶν, καὶ ἀριθμείσθων τῶν τρίτων ἀριθμῶν μονάδες καὶ ἀπὸ τᾶν μονάδων δεκάδες καὶ ἑκατοντάδες καὶ χιλιάδες καὶ μυριάδες ἐς τὰς μυρίας μυριάδας.
同样,第二类数中的“万个万”应该被称为“第三类数”的“单位”,并且让我们数第三类数的单位,以及由这些单位开始的十、百、千、万,直到“万个万”。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν τρίτων ἀριθμῶν μύριαι μυριάδες μονὰς καλείσθω τετάρτων ἀριθμῶν, καὶ αἱ τῶν τετάρτων ἀριθμῶν μύριαι μυριάδες μονὰς καλείσθω πέμπτων ἀριθμῶν, καὶ ἀεὶ οὕτως προάγοντες οἱ ἀριθμοὶ τὰ ὀνόματα ἐχόντων ἐς τὰς μυριακισμυριοστῶν ἀριθμῶν μυρίας μυριάδας.
以同样的方法,第三类数中的“万个万”应该被称为“第四类数”的“单位”,第四类数中的“万个万”应该被称为 “第五类数”的“单位”,如此不断推进,让这些数字直到“第一万万类数”的“万个万”都有其名称。
Ἀποχρέοντι μὲν οὖν καὶ ἐπὶ τοσοῦτον οἱ ἀριθμοὶ γιγνωσκόμενοι, ἔξεστι δὲ καὶ ἐπὶ πλέον προάγειν.
到此为止所知晓的数字虽然已经足够,但我们也可以推进得更远。
Ἔστων γὰρ οἱ μὲν νῦν εἰρημένοι ἀριθμοὶ πρώτας περιόδου καλούμενοι, ὁ δὲ ἔσχατος ἀριθμὸς τᾶς πρώτας περιόδου μονὰς καλείσθω δευτέρας περιόδου πρώτων ἀριθμῶν.
因为,让目前提到的这些数字被称为“第一周期” 的数字,而第一周期的最后一个数,则被称为“第二周期第一类数”的“单位”。
Πάλιν δὲ καὶ αἱ μύριαι μυριάδες τᾶς δευτέρας περιόδου πρώτων ἀριθμῶν μονὰς καλείσθω τᾶς δευτέρας περιόδου δευτέρων ἀριθμῶν.
同样,第二周期第一类数的“万个万”,应该被称为“第二周期第二类数”的“单位”。
Ὁμοίως δὲ καὶ τούτων ὁ ἔσχατος μονὰς καλείσθω δευτέρας περιόδου τρίτων ἀριθμῶν, καὶ ἀεὶ οὕτως οἱ ἀριθμοὶ προάγοντες τὰ ὀνόματα ἐχόντων τᾶς δευτέρας περιόδου ἐς τὰς μυριακισμυριοστῶν ἀριθμῶν μυρίας μυριάδας.
同理,这些数中的最后一个数应该被称为“第二周期第三类数”的“单位”,如此不断推进,让第二周期的数字直到“第一万万类数”的“万个万”都有其名称。
Πάλιν δὲ καὶ ὁ ἔσχατος ἀριθμὸς τᾶς δευτέρας περιόδου μονὰς καλείσθω τρίτας περιόδου πρώτων ἀριθμῶν, καὶ ἀεὶ οὕτως προαγόντων ἐς τὰς μυριακισμυριοστᾶς περιόδου μυριακισμυριοστῶν ἀριθμῶν μυρίας μυριάδας.
同样,第二周期的最后一个数,应该被称为“第三周期第一类数”的“单位”,如此不断推进,直到“第一万万周期第一万万类数”的 “万个万”都有其名称。
Τούτων δὲ οὕτως κατωνομασμένων, εἴ κα ἔωντι ἀριθμοὶ ἀπὸ μονάδος ἀνάλογον ἑξῆς κείμενοι, ὁ δὲ παρὰ τὰν μονάδα δεκὰς ᾖ, ὀκτὼ μὲν αὐτῶν οἱ πρῶτοι σὺν τᾷ μονάδι τῶν πρώτων ἀριθμῶν καλουμένων ἐσσοῦνται, οἱ δὲ μετʼ αὐτοὺς ἄλλοι ὀκτὼ τῶν δευτέρων καλουμένων, καὶ οἱ ἄλλοι τὸν αὐτὸν τρόπον τούτοις τῶν συνωνύμων καλουμένων ἐσσοῦνται τᾷ ἀποστάσει τᾶς ὀκτάδος τῶν
在这些数字得到如此命名之后,如果有从单位开始依次呈等比排列的数字,且紧挨着单位的数是十,那么包括单位在内的前八个数字将属于所谓的“第一类数”,而其后的另外八个数字将属于所谓的“第二类数”,其它数字也以同样的方式,根据其与八个数字一组的距离,属于同名分类下的数字,即:

词汇与语法注释

  1. 20Ἃ μὲν οὖν ὑποτίθεμαι, ταῦτα· — 省略了动词 ἐστίν。关系代词 Ἃ 的先行词是主句中的指示代词 ταῦτα·(tauta),字面意思是“我所假设的就是这些”。
  2. 25διὰ τὸ μηδὲν εἶμεν ὑπὲρ αὐτᾶς ἐν τῷδε τῷ βιβλίῳ προειρημένον — 由介词 διά 和带冠词的不定式 τὸ εἶμεν(多利斯方言,相当于雅典方言的 εἶναι)组成的因果副词短语。εἶμεν 与被动分词 προειρημένον 结合,构成类似于完成时态被动不定式的迂回表达,其逻辑主语是中性代词 μηδέν(没有任何事物)。阴性单数属格 αὐτᾶς(多利斯方言,相当于 αὐτῆς)指代前文的 κατονόμαξιν(命名,阴性名词)。
  3. 15ἐχόντων — 第三人称复数现在主动命令式。这是多利斯方言的特征词形,相当于雅典方言的 ἐχέτωσαν(让它们拥有)。主语是前文的 οἱ ἀριθμοί(数字)。
  4. 10εἴ κα ἔωντι ἀριθμοὶ ἀπὸ μονάδος ἀνάλογον ἑξῆς κείμενοι — 虚拟语气的条件从句。εἴ κα 相当于雅典方言的 ἐάν,ἔωντι 是 ὦσι(εἰμί 的现在时第三人称复数虚拟式)的多利斯方言形式。短语 ἀνάλογον ἑξῆς κείμενοι(“依次按比例排列的”)是表示几何等比数列的数学惯用表达。

引用这一段

阿基米德, 数沙术 §3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。