Humanitext Reader

阿基米德 · 数沙术 §3#2

八度的划分与等比数列的指数法则

第 6 段,共 9 段 · 希腊语

内容简介

阿基米德具体解释了基于其命名系统的八个数字一组(八度)的划分方式,并证明了等比数列中乘法符合指数法则(项数相加)。

§3#2ἀριθμῶν ἀπὸ τᾶς πρώτας ὀκτάδος τῶν ἀριθμῶν.
……根据其与第一组八个数字的距离。
Τᾶς μὲν οὖν πρώτας ὀκτάδος τῶν ἀριθμῶν ὁ ὄγδοός ἐστιν ἀριθμὸς χίλιαι μυριάδες, τᾶς δὲ δευτέρας ὀκτάδος ὁ πρῶτος, ἐπεὶ δεκαπλασίων ἐστὶν τοῦ πρὸ αὐτοῦ, μύριαι μυριάδες ἐσσεῖται οὗτος δέ ἐστι μονὰς τῶν δευτέρων ἀριθμῶν.
因此,在第一组八个数字中,第八个数字是千个万,而第二组八个数字中的第一个数字,因为它是其前一个数字的十倍,将是万个万;而这就是第二类数的单位。
Ὁ δὲ ὄγδοος τᾶς δευτέρας ὀκτάδος ἐστὶ χίλιαι μυριάδες τῶν δευτέρων ἀριθμῶν, Πάλιν δὲ καὶ τᾶς τρίτας ὀκτάδος ὁ πρῶτος, ἐπεὶ δεκαπλασίων ἐστὶ τοῦ πρὸ αὐτοῦ, μύριαι μυριάδες ἐσσεῖται τῶν δευτέρων ἀριθμῶν· οὗτος δέ ἐστιν μονὰς τῶν τρίτων ἀριθμῶν, Φανερὸν δὲ ὅτι καὶ πολλοσταὶ ὀκτάδες ἑξοῦντι ὡς εἴρηται.
第二组八个数字中的第八个数字则是第二类数中的千个万。 同样,第三组八个数字中的第一个数字,因为它是其前一个数字的十倍,将是第二类数中的万个万;而这就是第三类数的单位。 显然,无论第几组八个数字,都会如前所述地进行下去。
Χρήσιμον δὲ ἐστι καὶ τόδε γιγνωσκόμενον.
另外,知晓以下这点也是有用的。
Εἴ κα ἀριθμῶν ἀπὸ τᾶς μονάδος ἀνάλογον ἐόντων πολλαπλασιάζωντί τινες ἀλλάλους τῶν ἐκ τᾶς αὐτᾶς ἀναλογίας, ὁ γενόμενος ἐσσεῖται ἐκ τᾶς αὐτᾶς ἀναλογίας ἀπέχων ἀπὸ μὲν τοῦ μείζονος τῶν πολλαπλασιαξάντων ἀλλάλους, ὅσους ὁ ἐλάττων τῶν πολλαπλασιαξάντων ἀπὸ μονάδος ἀνάλογον ἀπέχει, ἀπὸ δὲ τᾶς μονάδος ἀφέξει ἑνὶ ἐλάττονας ἢ ὅσος ἐστὶν ὁ ἀριθμὸς συναμφοτέρων, οὓς ἀπέχοντι ἀπὸ μονάδος οἱ πολλαπλασιάξαντες ἀλλάλους.
如果有从单位开始依次呈等比排列的数字,其中属于同一比例序列的某些数字互相相乘,那么所得的积也将属于同一比例序列,并且它距离相乘两个数中较大者的项数,等于较小者距离单位的项数;而它距离单位的项数,将比相乘两个数距离单位的项数之和少一个。
Ἔστων γὰρ ἀριθμοί τινες ἀνάλογον ἀπὸ μονάδος οἱ Α, Β, Γ, △, Ε, Ζ, Η, Θ, Ι, Κ, Λ, μονὰς δὲ ἔστω ὁ Α, καὶ πεπολλαπλασιάσθω ὁ △ τῷ Θ, ὁ δὲ γενόμενος ἔστω ὁ Χ. Λελάφθω δὴ ἐκ τῆς ἀναλογίας ὁ Λ ἀπέχων ἀπὸ τοῦ Θ τοσούτους, ὅσους ὁ △ ἀπὸ μονάδος ἀπέχει·
例如,设从单位开始呈等比排列的若干个数字为 A, B, G, D, E, Z, H, Th, I, K, L,并设 A 为单位,让 D 乘以 Th,所得的积设为 X。 现在,在此比例序列中取 L,使其距离 Th 的项数等于 D 距离单位的项数;必须证明 X 等于 L。
δεικτέον ὅτι ἴσος ἐστὶν ὁ Χ τῷ Λ. Ἐπεὶ οὖν ἀνάλογον ἐόντων ἀριθμῶν ἴσους ἀπέχει ὅ τε △ ἀπὸ τοῦ Α καὶ ὁ Λ ἀπὸ τοῦ Θ, τὸν αὐτὸν ἔχει λόγον ὁ △ ποτὶ τὸν Α, ὃν ὁ Λ ποτὶ τὸν Θ. Πολλαπλασίων δὲ ἐστιν ὁ △ τοῦ Α τῷ △· πολλαπλασίων ἄρα ἐστὶν καὶ ὁ Λ τοῦ Θ τῷ △ ὥστε ἴσος ἐστὶν ὁ Λ τῷ Χ. Δῆλον οὖν ὅτι ὁ γενόμενος ἐκ τᾶς ἀναλογίας τέ ἐστιν καὶ ἀπὸ τοῦ μείζονος τῶν πολλαπλασιαξάντων ἀλλάλους ἴσους ἀπέχων, ὅσους ὁ ἐλάττων ἀπὸ τᾶς μονάδος ἀπέχει.
由于当数字成比例时, D 距离 A 的项数与 L 距离 Th 的项数相等,所以 D 对 A 的比等于 L 对 Th 的比。 而 D 是 A 的 D 倍;因此 L 也是 Th 的 D 倍,所以 L 等于 X。 因此显然,所得的积既属于该比例序列,且距离相乘两个数中较大者的项数,等于较小者距离单位的项数。
Θανερὸν δὲ ὅτι καὶ ἀπὸ μονάδος ἀπέχει ἑνὶ ἐλάττονας ἢ ὅσος ἐστὶν ὁ ἀριθμὸς συναμφοτέρων, οὓς ἀπέχοντι ἀπὸ τᾶς μονάδος οἱ △, Θ οἱ μὲν γὰρ Α, Β, Γ, △, Ε, Ζ, Η, Θ τοσοῦτοί ἐντι, ὅσους ὁ Θ ἀπὸ μονάδος ἀπέχει, οἱ δὲ Ι, Κ, Λ ἐνὶ ἐλάττονες ἢ ὅσους ὁ △ ἀπὸ μονάδος ἀπέχει· σὺν γὰρ τῷ Θ τοσοῦτοί ἐντι.
同样显然的是,它距离单位的项数,比 D 和 Th 距离单位的项数之和少一个;因为 A, B, G, D, E, Z, H, Th 的数量,与 Th 距离单位的项数(即八个)相同,而 I, K, L 则比 D 距离单位的项数少一个;因为加上 Th 之后,它们就是那个数量了。

词汇与语法注释

  1. ¦15¦ἀπὸ τᾶς πρώτας ὀκτάδος τῶν ἀριθμῶν. — 此句接续前一分段末尾的 `τᾶς ὀκτάδος τῶν`,修饰前文的 `συνωνύμων καλουμένων ἐσσοῦνται τᾷ ἀποστάσει`(根据与……的距离,属于同名分类下的数字),整体意为“根据其与第一组八个数字的距离”。
  2. ¦20¦τοῦ πρὸ αὐτοῦ — 介词 `πρό`(在……之前)与中性单数属格冠词 `τοῦ` 连用,作名词性使用,意为“其前一个(数字)”。它作为比较属格,受前方的比较级形容词 `δεκαπλασίων`(十倍的)支配。
  3. ¦25¦ἑξοῦντι ὡς εἴρηται — `ἑξοῦντι` 是动词 `ἔχω` 的将来时第三人称复数形式 `ἕξουσι` 的多利亚方言形。此处作不及物动词(或省略 `ἑαυτοὺς` 作反身代词)使用,意为“保持某种状态”或“进行”,意即“显然,无论第几组八个数字,都会如前所述地进行下去”。
  4. ¦5¦ἑνὶ ἐλάττονας ἢ ὅσος ἐστὶν ὁ ἀριθμὸς συναμφοτέρων — `ἑνὶ` 是表示相差程度的与格,意为“(少)一个”。`ἑνὶ ἐλάττονας`(少一个)作为距离对格,充当 `ἀφέξει`(将距离)的宾语补足语。`συναμφοτέρων`(两者合起来的)为属格,是关系代名词 `οὓς` 的先行词受吸引而变格,或用作比较属格。

引用这一段

阿基米德, 数沙术 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。