Humanitext Reader

阿基米德 · 数沙术 §1#3

太阳直径与宇宙最大圆内接千边形之边

第 3 段,共 9 段 · 希腊语

内容简介

利用通过地球中心、太阳中心和眼睛的平面上的几何关系,数学上证明了太阳的直径大于内接于宇宙最大圆的千边形的边长。

§1#3μὲν γᾶς τὸ Θ, τοῦ δὲ ἁλίου τὸ Κ, ὄψις δὲ ἔστω τὸ △, καὶ ἄχθωσαν εὐθεῖαι ἐπιψαύουσαι τοῦ ΣΗ κύκλου ἀπὸ μὲν τοῦ △ αἱ △Λ, △Ξ, ἐπιψαυόντων δὲ κατὰ τὸ Ν καὶ τὸ Τ, ἀπὸ δὲ τοῦ Θ αἱ ΘΜ, ΘΟ, ἐπιψαυόντων δὲ κατὰ τὸ Χ καὶ τὸ Ρ, τὸν δὲ ΑΒΓ κύκλον τεμνόντων αἱ ΘΜ, ΘΟ κατὰ τὸ Α καὶ τὸ Β ἔστι δὴ μείζων ἁ ΘΚ τᾶς △Κ, ἐπεὶ ὑπόκειται ὁ ἅλιος ὑπὲρ τὸν ὁρίζοντα εἶμεν· ὥστε ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν △Λ, △Ξ μείζων ἐστὶ τᾶς γωνίας τᾶς περιεχομένας ὑπὸ τᾶν ΘΜ, ΘΟ, Ἁ δὲ περιεχομένα γωνία ὑπὸ τᾶν △Λ, △Ξ μείζων μὲν ἐστιν ἢ διακοσιοστὸν μέρος ὀρθᾶς, ἐλάττων δὲ ἢ τᾶς ὀρθᾶς διαιρεθείσας εἰς ρξδ τούτων ἓν μέρος· ἴσα γάρ ἐστιν τᾷ γωνίᾳ, εἰς ἃν ὁ ἅλιος ἐναρμόζει τὰν κορυφὰν ἔχουσαν ποτὶ τᾷ ὄψει ὥστε ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΘΜ, ΘΟ ἐλάττων ἐστὶν ἢ τᾶς ὀρθᾶς διαιρεθείσας εἰς ρξδ τούτων ἓν μέρος, ἁ δὲ ΑΒ εὐθεῖα ἐλάττων ἐστὶ τᾶς ὑποτεινούσας ἓν τμᾶμα διαιρεθείσας τᾶς τοῦ ΑΒΓ κύκλου περιφερείας ἐς χνς΄.
设地球的中心为Θ,太阳的中心为Κ,眼睛(视点)为△,并从△引出切于圆ΣΗ的直线△Λ、△Ξ,分别切于Ν和T,并从Θ引出切线ΘΜ、ΘΟ,分别切于Χ和Ρ,且让ΘΜ、ΘΟ与圆ΑΒΓ相交于 Α和Β。 现在,既然假定太阳在地平线之上,则ΘΚ大于△Κ;因此,由△Λ、△Ξ所夹的角度大于由ΘΜ、ΘΟ所夹的角度。 而由△Λ、△Ξ 所夹的角度大于直角的两百分之一,但小于直角被分为164份中的1份;因为它等于太阳所容纳的、顶点在眼部的角度;因此,由ΘΜ、ΘΟ所夹的角度小于直角被分为164份中的1份,且直线ΑΒ小于圆ΑΒΓ的圆周被分为656份时的一份弧所对应的弦。
Α δὲ τοῦ εἰρημένου πολυγωνίου περίμετρος ποτὶ τὰν ἐκ τοῦ κέντρου τοῦ ΑΒΓ κύκλου ἐλάττονα λόγον ἔχει ἢ τὰ μδ ποτὶ τὰ ζ διὰ τὸ παντὸς πολυγωνίου ἐγγεγραμμένου ἐν κύκλῳ τὰν περίμετρον ποτὶ τὰν ἐκ τοῦ κέντρου ἐλάττονα λόγον ἔχειν ἢ τὰ μδ ποτὶ τὰ ζ· ἐπίστασαι γὰρ δεδειγμένον ὑφʼ ἁμῶν ὅτι παντὸς κύκλου ἁ περιφέρεια μείζων ἐστὶν ἢ τριπλασίων τᾶς διαμέτρου ἐλάσσονι ἢ ἑβδόμῳ μέρει, ταύτας δὲ ἐλάττων ἐστὶν ἁ περίμετρος τοῦ ἐγγραφέντος πολυγωνίου· ἐλάττω οὖν λόγον ἔχει ἁ ΒΑ ποτὶ τὰν ΘΚ ἢ τὰ ια ποτὶ τὰ αρμη· ὥστε ἐλάττων ἐστὶν ἁ ΒΑ τᾶς ΘΚ ἢ ἑκατοστὸν μέρος.
而上述多边形的周长与圆ΑΒΓ的半径之比,小于44与 7之比,因为任何内接于圆的多边形,其周长与半径之比都小于44与7之比;因为你(陛下)知道,我们已经证明了任何圆的圆周都大于其直径的三倍,其超出部分小于直径的七分之一,且内接多边形的周长小于该圆周;因此,ΒΑ与ΘΚ之比小于11与1148之比;所以ΒΑ小于ΘΚ的一百分之一。
Τᾷ δὲ ΒΑ ἴσα ἐστὶν ἁ διάμετρος τοῦ ΣΗ κύκλου, διότι καὶ ἁ ἡμίσεια αὐτᾶς ἁ ΦΑ ἴσα ἐστὶ τᾷ ΚΡ ἰσᾶν γὰρ ἐουσᾶν τᾶν ΘΚ, ΘΑ ἀπὸ τῶν περάτων κάθετοι ἐπιζεύγνυνται ὑπὸ τὰν αὐτὰν γωνίαν· δῆλον οὖν ὅτι ἁ διάμετρος τοῦ ΣΗ κύκλου ἐλάττων ἐστὶν ἢ ἑκατοστὸν μέρος τᾶς ΘΚ. Καὶ ἁ ΕΘΥ διάμετρος ἐλάττων ἐστὶ τᾶς διαμέτρου τοῦ ΣΗ κύκλου, ἐπεὶ ἐλάττων ἐστὶν ὁ △ΕΖ κύκλος τοῦ ΣΗ κύκλου· ἐλάττονες ἄρα ἐντὶ ἀμφότεραι αἱ ΘΥ, ΚΣ ἢ ἑκατοστὸν μέρος τᾶς ΘΚ· ὥστε ἁ ΘΚ ποτὶ τὰν ΥΣ ἐλάττονά λόγον ἔχει ἢ τὰ ρ ποτὶ τὰ (??)θ.
而圆ΣΗ的直径等于ΒΑ,因为其一半ΦΑ等于 ΚΡ;因为在ΘΚ、ΘΑ相等的情况下,从它们的端点在相同的角度下引出了垂线;因此显然,圆ΣΗ的直径小于ΘΚ的一百分之一。 且直径ΕΘΥ小于圆ΣΗ的直径,因为圆△ΕΖ小于圆ΣΗ;因此,ΘΥ、ΚΣ两者之和小于ΘΚ的一百分之一;所以ΘΚ与ΥΣ之比小于100与99之比。
Καὶ ἐπεὶ ἁ μὲν ΘΚ οὐκ ἐλάττων ἐστὶ τᾶς ΘΡ, ἁ δὲ ΣΥ ἐλάττων τᾶς △Τ, ἐλάττω ἄρα κα λόγον ἔχοι ἁ ΘΡ ποτὶ τὰν △Τ ἢ τὰ ρ ποτὶ τὸ (??)θ.
又因为ΘΚ不小于ΘΡ,且ΣΥ小于△Τ,所以ΘΡ 与△Τ之比也会小于100与99之比。
Ἐπεὶ δὲ τῶν ΘΚΡ, △ΚΤ ὀρθογωνίων ἐόντων αἱ μὲν ΚΡ, ΚΤ πλευραὶ ἴσαι ἐντὶ, αἱ δὲ ΘΡ, △Τ ἀνίσοι καὶ μείζων ἁ ΘΡ, ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν △Τ, △Κ ποτὶ τὰν γωνίαν τὰν περιεχομέναν ὑπὸ τᾶν ΘΡ, ΘΚ μείζονα μὲν ἔχει λόγον ἢ ἁ ΘΚ ποτὶ τὰν △Κ, ἐλάττω δὲ ἢ ἁ ΘΡ ποτὶ τὰν △Τ εἰ γάρ κα δυῶν τριγώνων ὀρθογωνίων αἱ μὲν ἅτεραι πλευραὶ αἱ περὶ τὰν ὀρθὰν γωνίαν ἴσαι ἔωντι, αἱ δὲ ἅτεραι ἄνισοι, ἁ μείζων γωνία τᾶν ποτὶ ταῖς ἀνίσοις πλευραῖς ποτὶ τὰν ἐλάττονα μείζονα μὲν ἔχει λόγον ἢ ἁ μείζων γραμμὰ τᾶν ὑπὸ τὰν ὀρθὰν γωνίαν ὑποτεινουσᾶν ποτὶ τὰν ἐλάττονα, ἐλάττονα δὲ ἢ ἁ μείζων γραμμὰ τᾶν περὶ τὰν ὀρθὰν γωνίαν ποτὶ τὰν ἐλάττονα.
而由于在直角三角形ΘΚΡ、△ΚΤ中,边ΚΡ、ΚΤ相等,而边ΘΡ、△Τ不相等且ΘΡ较大,因此由△Τ、△Κ所夹的角度与由ΘΡ、ΘΚ所夹的角度之比,大于ΘΚ与△Κ之比,但小于ΘΡ与△Τ之比;因为如果两个直角三角形中,夹直角的一组边彼此相等,而另一组边不相等,则不相等边所相邻的角中,较大角与较小角之比,大于对直角的斜边中较大线段与较小线段之比,但小于夹直角的边中较大线段与较小线段之比。
Ὥστε ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν △Λ, △Ξ ποτὶ τὰν γωνίαν τὰν περιεχομέναν ὑπὸ τᾶν ΘΟ, ΘΜ ἐλάττω λόγον ἔχει ἢ ἁ ΘΡ ποτὶ τὰν △Τ, ἅτις ἐλάττω λόγον ἔχει ἢ τὰ ρ ποτὶ τὰ (??)θ· ὥστε καὶ ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν △Λ, △Ξ ποτὶ τὰν γωνίαν τὰν περιεχομέναν ὑπὸ τᾶν ΘΜ, ΘΟ ἐλάττω λόγον ἔχει ἢ τὰ ρ ποτὶ τὰ (??)θ.
因此,由△Λ、△Ξ所夹的角度与由ΘΟ、ΘΜ所夹的角度之比,小于ΘΡ与△Τ之比,而后者之比小于100与99之比;所以,由△Λ、△Ξ所夹的角度与由ΘΜ、ΘΟ所夹的角度之比,也小于100与99之比。
Καὶ ἐπεί ἐστιν ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν △Λ, △Ξ μείζων ἢ διακοσιοστὸν μέρος ὀρθᾶς, εἴη κα ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΘΜ, ΘΟ μείζων ἢ τᾶς ὀρθᾶς διαιρεθείσας ἐς δισμύρια τούτων (??)θ μέρεα ὥστε μείζων ἐστὶν ἢ διαιρεθείσας τᾶς ὀρθᾶς εἰς σ καὶ γ τούτων ἓν μέρος.
又因为由△Λ、△Ξ所夹的角度大于直角的两百分之一,所以由ΘΜ、ΘΟ所夹的角度会大于直角被分为20000份中的99份;因此它大于直角被分为203份中的1份。
Ἁ ἄρα ΒΑ μείζων ἐστὶ τᾶς ὑποτεινούσας ἓν τμᾶμα διῃρημένας τᾶς τοῦ ΑΒΓ κύκλου περιφερείας εἰς ωιβ.
所以,ΒΑ大于圆ΑΒΓ的圆周被分为812份时的一份弧所对应的弦。
Τᾷ δὲ ΑΒ ἴσα ἐντὶ ἁ τοῦ ἁλίου διάμετρος δῆλον οὖν ὅτι μείζων ἐστὶν ἁ τοῦ ἁλίου διάμετρος τᾶς τοῦ χιλιαγώνου πλευρᾶς.
而太阳的直径等于ΑΒ;因此显然,太阳的直径大于千边形的边长。

词汇与语法注释

  1. p.141μείζων ἁ ΘΚ τᾶς △Κ — 伴随比较级 μείζων 的比较属格(τᾶς △Κ)。说明从地球中心到太阳中心的距离(ΘΚ)大于从眼睛(地表)到太阳中心的距离(△Κ),这是从太阳处于地平线之上的前提(ὑπὲρ τὸν ὁρίζοντα εἶμεν)中逻辑推导出来的。
  2. p.142διὰ τὸ ... τὰν περίμετρον ... ἐλάττονα λόγον ἔχειν — 介词 διὰ 后接名词化不定式 τὸ ... ἔχειν 表示原因或理由的结构。宾格 τὰν περίμετρον 作该不定式的逻辑主语。
  3. p.143εἰ γάρ κα δυῶν τριγώνων ... ἴσαι ἔωντι — 在条件句的条件从句(protasis)中,多利亚方言特有的语气词 κα(相当于雅典方言的 ἄν)伴随虚拟语气 ἔωντι(相当于雅典方言的 ὦσι),表示现在一般条件(普遍规律)。

引用这一段

阿基米德, 数沙术 §1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。