← アッピアノス

シリア戦記

§957-958

セレウコスの怪力と都市創建および吉兆

アレクサンドロス死後のセレウコスの権力掌握、彼が有した超人的な怪力、および各地に数多く創建された都市の名称が語られる。さらに、セレウケイアの創建時に起こった落雷の兆候や、神官たちが建設時刻を偽ろうとしたものの神意によって吉祥な時刻に建設が開始された経緯が説明される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§957

τοσαῦτα μὲν δὴ περὶ τῶν Σελεύκῳ προμαντευθέντων ἐπυθόμην· γίγνεται δʼ εὐθὺς Ἀλεξάνδρου μεταστάντος ἡγεμὼν τῆς ἵππου τῆς ἑταιρικῆς ἧς δὴ καὶ Ἡφαιστίων ἡγήσατο Ἀλεξάνδρῳ καὶ ἐπὶ Ἡφαιστίωνι Περδίκκας, μετὰ δὲ τὴν ἵππον σατράπης τε τῆς Βαβυλωνίας καὶ βασιλεὺς ἐπὶ τῇ σατραπείᾳ. γενομένῳ δὲ αὐτῷ τὰ ἐς πολέμους ἐπιτυχεστάτῳ Νικάτωρ ἐπώνυμον γίγνεται· τῷδε γὰρ ἀρέσκομαι μᾶλλον τοῦ Νικάτορα κτεῖναι.1 καὶ τὸ σῶμα2 ὄντι εὐρώστῳ τε καὶ μεγάλῳ, καὶ ταῦρον ἄγριον ἐν Ἀλεξάνδρου θυσίᾳ ποτὲ ἐκθορόντα τῶν δεσμῶν ὑποστάντι μόνῳ καὶ ταῖς χερσὶ μόναις κατειργασμένῳ, προστιθέασιν ἐς τοὺς ἀνδριάντας ἐπὶ τῷδε κέρατα. πόλεις δὲ ᾤκισεν ἐπὶ τὸ μῆκος τῆς ἀρχῆς ὅλης ἑκκαίδεκα μὲν Ἀντιοχείας ἐπὶ τῷ πατρί, πέντε δὲ ἐπὶ τῇ μητρὶ Λαοδικείας, ἐννέα δʼ ἐπωνύμους ἑαυτοῦ, τέσσαρας δʼ ἐπὶ ταῖς γυναιξί, τρεῖς Ἀπαμείας καὶ Στρατονίκειαν μίαν. καὶ εἰσὶν αὐτῶν ἐπιφανέσταται καὶ νῦν Σελεύκειαι μὲν ἥ τε ἐπὶ τῇ θαλάσσῃ καὶ ἡ ἐπὶ τοῦ Τίγρητος ποταμοῦ, Λαοδίκεια δὲ ἡ ἐν τῇ Φοινίκῃ καὶ Ἀντιόχεια ἡ ὑπὸ τῷ Λιβάνῳ ὄρει καὶ ἡ τῆς Συρίας Ἀπάμεια. τὰς δὲ ἄλλας ἐκ τῆς Ἑλλάδος ἢ Μακεδονίας ὠνόμαζεν, ἢ ἐπὶ ἔργοις ἑαυτοῦ τισιν, ἢ ἐς τιμὴν Ἀλεξάνδρου τοῦ βασιλέως· ὅθεν ἔστιν ἐν τῇ Συρίᾳ καὶ τοῖς ὑπὲρ αὐτὴν ἄνω βαρβάροις πολλὰ μὲν Ἑλληνικῶν πολλὰ δὲ Μακεδονικῶν πολισμάτων ὀνόματα, Βέρροια, Ἔδεσσα, Πέρινθος, Μαρώνεια, Καλλίπολις, Ἀχαΐα, Πέλλα, Ὠρωπός, Ἀμφίπολις, Ἀρέθουσα, Ἀστακός, Τεγέα, Χαλκίς, Λάρισα, Ἥραια, Ἀπολλωνία, ἐν δὲ τῇ Παρθυηνῇ Σώτειρα, Καλλιόπη, Χάρις, Ἑκατόμπυλος, Ἀχαΐα, ἐν δʼ Ἰνδοῖς Ἀλεξανδρόπολις, ἐν δὲ Σκύθαις Ἀλεξανδρέσχατα. καὶ ἐπὶ ταῖς αὐτοῦ Σελεύκου νίκαις ἔστι Νικηφόριόν τε ἐν τῇ Μεσοποταμίᾳ καὶ Νικόπολις ἐν Ἀρμενίᾳ τῇ ἀγχοτάτω μάλιστα Καππαδοκίας.

このようにセレウコスのために予言されたことについて、私は聞き及んだ。アレクサンドロスが亡くなるとすぐに、彼はヘタイロイ(近衛)騎兵隊の指揮官となった。この騎兵隊は、かつてアレクサンドロスのためにヘファイスティオンが率い、ヘファイスティオンの後にはペルディッカスが率いたものである。そして騎兵隊の後に、彼はバビロニアの総督となり、さらにその総督領において王となった。彼は戦争においてきわめて成功を収めたため、「ニカトル(勝利者)」という二つ名が与えられた。なぜなら、私は彼がニカトルを殺したからという説よりも、この説の方を好むからである。また、彼は強健で巨大な身体の持ち主であり、かつてアレクサンドロスの犠牲式の際に、縛めを脱して飛び出してきた野生の雄牛を一人で阻み、素手だけでねじ伏せたため、人々はこの出来事を理由に、彼の彫像に角を付け加えている。彼はその全領土の長さにわたって多くの都市を創建した。父の名にちなんだアンティオキアを16都市、母の名にちなんだラオディケイアを5都市、彼自身の名にちなんだ都市を9都市、妻たちの名にちなんだ都市を4都市(アパメイアを3都市とストラトニケイアを1都市)である。そして、それらのうち現在でも最も有名なのは、海に面したセレウケイアとティグリス川に面したセレウケイア、フェニキアのラオディケイア、レバノン山の麓のアンティオキア、そしてシリアのアパメイアである。その他の都市には、ギリシアやマケドニアの地名にちなんで名付けるか、あるいは彼自身の何らかの業績、あるいはアレクサンドロス王への敬意を表して名付けた。そのため、シリアおよびその奥地の上方の異民族の地には、ギリシアやマケドニアの都市の名が多く存在している。例えば、ベロイア、エデッサ、ペリントス、マロネイア、カッリポリス、アカイア、ペッラ、オロポス、アンフィポリス、アレトゥサ、アスタコス、テゲア、カルキス、ラリサ、ヘライア、アポロニアがあり、パルテュエネ地方にはソテイラ、カッリオペ、カリス、ヘカトンピュロス、アカイアがあり、インド人の地にはアレクサンドロポリス、スキタイ人の地にはアレクサンドレスカタがある。また、セレウコス自身の勝利にちなんで、メソポタミアにはニケフォリオン、カッパドキアにきわめて近いアルメニアにはニコポリスがある。

§958

φασὶ δὲ αὐτῷ τὰς Σελευκείας οἰκίζοντι, τὴν μὲν ἐπὶ τῇ θαλάσσῃ, διοσημίαν ἡγήσασθαι κεραυνοῦ, καὶ διὰ τοῦτο θεὸν αὐτοῖς κεραυνὸν ἔθετο, καὶ θρησκεύουσι καὶ ὑμνοῦσι καὶ νῦν κεραυνόν· ἐς δὲ τὴν ἐπὶ τοῦ Τίγρητος ἡμέραν ἐπιλέξασθαι τοὺς μάγους κελευομένους, καὶ τῆς ἡμέρας ὥραν, ᾗ τῶν θεμελίων ἄρξασθαι τῆς ὀρυχῆς ἔδει, ψεύσασθαι τὴν ὥραν τοὺς μάγους, οὐκ ἐθέλοντας ἐπιτείχισμα τοιόνδε σφίσι γενέσθαι. καὶ Σέλευκος μὲν ἐν τῇ σκηνῇ τὴν δεδομένην ὥραν ἀνέμενεν, ὁ δὲ στρατὸς ἐς τὸ ἔργον ἕτοιμος, ἀτρεμῶν ἔστε σημήνειεν ὁ Σέλευκος, ἄφνω κατὰ τὴν αἰσιωτέραν ὥραν δόξαντές τινα κελεύειν ἐπὶ τὸ ἔργον ἀνεπήδησαν, ὡς μηδὲ τῶν κηρύκων ἐρυκόντων ἔτι ἀνασχέσθαι. τὸ μὲν δὴ ἔργον ἐξετετέλεστο, Σελεύκῳ δὲ ἀθύμως ἔχοντι, καὶ τοὺς μάγους αὖθις ἀνακρίνοντι περὶ τῆς πόλεως, ἄδειαν αἰτήσαντες ἔλεγον οἱ μάγοι· τὴν πεπρωμένην ὦ βασιλεῦ μοῖραν, χείρονά τε καὶ κρείσσονα, οὐκ ἔστιν οὔτε ἀνδρὸς οὔτε πόλεως ἐναλλάξαι. μοῖρα δέ τις καὶ πόλεών ἐστιν ὥσπερ ἀνδρῶν. καὶ τήνδε χρονιωτάτην μὲν ἐδόκει τοῖς θεοῖς γενέσθαι, ἀρχομένην ἐκ τῆσδε τῆς ὥρας ἧς ἐγένετο· δειμαίνοντες δʼ ἡμεῖς ὡς ἐπιτείχισμα ἡμῖν ἐσομένην, παρεφέρομεν3 τὸ πεπρωμένον. τὸ δὲ κρεῖσσον ἦν καὶ μάγων πανουργούντων καὶ βασιλέως ἀγνοοῦντος αὐτό. τοιγάρτοι τὸ δαιμόνιον τὰ αἰσιώτερα τῷ στρατῷ προσέταξεν. καὶ τοῦτο ἔνι σοι καταμαθεῖν ὧδε, ἵνα μή τι καὶ νῦν ἡμᾶς ἔτι τεχνάζειν ὑπονοῇς. αὐτός τε γὰρ ὁ βασιλεὺς σὺ τῷ στρατῷ παρεκάθησο, καὶ τὸ κέλευσμα αὐτὸς ἐδεδώκεις ἀναμένειν· καὶ ὁ εὐπειθέστατος ὤν σοι πρὸς κινδύνους καὶ πόνους οὐκ ἠνέσχετο νῦν οὐδὲ ἀναπαύσεως ἐπιτάγματος, ἀλλʼ ἀνέθορεν, οὐδὲ ἀνὰ μέρος ἀλλʼ ἀθρόως, ἐπιστάταις αὐτοῖς,4 καὶ ἐνόμιζε κεκελεῦσθαι. καὶ ἐκεκέλευστο δή· διόπερ οὐδὲ σοῦ κατερύκοντος αὐτοὺς ἔτι ἐπείθοντο. τί ἂν οὖν βασιλέως ἐν ἀνθρώποις εἴη καρτερώτερον ἄλλο θεοῦ; ὃς τῆς σῆς γνώμης ἐπεκράτησε, καὶ ἡγεμόνευσέ σοι τῆς πόλεως ἀντὶ ἡμῶν, δυσμεναίνων ἡμῖν τε καὶ γένει παντὶ τῷ περιοίκῳ. ποῦ γὰρ ἔτι τὰ ἡμέτερα ἰσχύσει, δυνατωτέρου γένους παρῳκισμένου; ἡ μὲν δὴ πόλις σοι γέγονε σὺν τύχῃ καὶ μεγιστεύσει καὶ χρόνιος ἔσται· σὺ δὲ ἡμῖν, ἐξαμαρτοῦσιν ὑπὸ δέους οἰκείων ἀγαθῶν ἀφαιρέσεως, τὴν συγγνώμην βεβαίου. ταῦτα τῶν μάγων εἰπόντων ὁ βασιλεὺς ἥσθη καὶ συνέγνω.

人々が言うには、彼がこれらのセレウケイアを創建した際、海に面した都市については、雷の落雷という神の兆候が彼を導いたため、彼は彼らにとっての神として雷を定め、人々は現在でも雷を崇拝し讃歌を歌っている。しかし、ティグリス川に面した都市については、神官(マゴス)たちが、基礎の採掘を開始すべき日と一日のうちの時間を選択するよう命じられた際、神官たちはその時間を偽った。彼らに対してこのような要塞(壁)が築かれるのを望まなかったからである。そして、セレウコスは幕舎の中で指定された時間を待っており、軍隊も作業の準備を整え、セレウコスが合図するまで静かに控えていたが、突然、より吉祥な時間になったとき、誰かが命令したかのように思われて彼らは作業へと跳び起き、布告官たちが引き留めようとしても、もはや制止できないほどであった。作業はまさに完了した。セレウコスは気落ちし、その都市について神官たちを再び問い詰めた。神官たちは不処罰の保証を求めた上で、次のように言った。 「王よ、定められた運命は、それが悪いものであれ良いものであれ、人間にとっても都市にとっても変更することはできません。人間と同じように、都市にもある運命が存在するのです。そして、この都市は、それが始まったこの時間から始まることによって、神々にとって最も長命なものとなることが決まっていました。しかし、私たちはそれが私たちに対する要塞となることを恐れ、定められた運命をそらそうとしたのです。しかし、それは、神官たちの悪巧みや王の無知をも凌駕するものでした。それゆえに、神霊は軍隊に対して、より吉祥なことをお命じになったのです。そして、このことは次のようにしてあなたが納得される通りであり、私たちが今でもまだ策略を企てているのではないかと疑われることのないようにいたします。王であるあなたご自身が軍隊の傍らに座り、待つようにとあなた自身が命令を与えておられました。しかし、危険や労苦に対してあなたに最も従順であった者たちが、今は休息の命令にさえ耐えかねて、一部ずつではなく一斉に、監督官たちもろとも跳び起き、命令されたと信じ込んだのです。そして確かに命令されていたのです。だからこそ、あなたが彼らを引き留めようとしても、もはや従わなかったのです。それならば、人間のうちで神のほかに、王より力強いものが他にあるでしょうか。その神があなたの意志を打ち負かし、私たちの代わりにあなたのために都市を導かれたのです。私たちや、周囲のすべての民族に対して敵意を持たれてのことです。より強力な民族が隣りに移り住んできた今、私たちの権勢はどこに残りうるでしょうか。このように、都市はあなたにとって幸運とともに成立し、最大のものとなり、長く存続するでしょう。しかし、あなたは私たちに対して、身内の利益を奪われることへの恐れから過ちを犯した者たちとして、その寛恕を確かなものとしてください。」 神官たちがこのように語ると、王は喜び、彼らを許した。

構文注4 件
  1. 957τοῦ Νικάτορα κτεῖναι

    比較級 μᾶλλον に伴う比較の属格であり、前方の指示代名詞 τῷδε(与格)が指す内容と、後方の τοῦ κτεῖναι(冠詞付き不定詞の属格)が指す内容を対比している。「彼がニカトルを殺したという理由よりも、この理由(戦争での大いなる成功)の方を好む」という意味になる。

  2. 957τὸ σῶμα

    関係対格(観点の対格)であり、与格分詞 ὄντι(およびそれにかかる形容詞 εὐρώστῳ τε καὶ μεγάλῳ)を修飾している。全体として、前文の γενομένῳ δὲ αὐτῷ に緩やかに接続しつつ、「身体に関して強健かつ巨大であった彼(セレウコス)に対して」という関係を示している。

  3. 958παρεφέρομεν

    動詞 παραφέρω の未完了過去。ここでは「試み」の未完了過去(conative imperfect)として機能しており、結果として失敗に終わった意図(運命づけられた時間をそらそうと試みていたこと)を表している。

  4. 958ἐπιστάταις αὐτοῖς

    代名詞 αὐτός の与格が名詞と伴って「〜もろとも」「〜を含めて」という随伴・包括のニュアンスを表す慣用表現。「監督官たちも一緒に(跳び起きた)」の意。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:957-958