§955οὕτω δὴ καὶ ὁ Σέλευκος ἐβασίλευσε τῆς Βαβυλωνίας.
就这样,塞琉古也成为了巴比伦尼亚的国王。
ἐβασίλευσε δὲ καὶ Μηδίας, Νικάτορα κτείνας αὐτὸς ἐν τῇ μάχῃ, τὸν ὑπʼ Ἀντιγόνου Μηδίας σατραπεύειν ἀπολελειμμένον.
他也成为了米底亚的国王,因为他亲自在战斗中杀死了尼卡托,此人曾被安提柯留下担任米底亚的总督。
πολέμους δʼ ἐπολέμησε πολλοὺς Μακεδόσι καὶ βαρβάροις, καὶ τούτων Μακεδόσι μὲν δύο μεγίστους, τὸν μὲν ὕστερον Λυσιμάχῳ βασιλεύοντι Θρᾴκης, τὸν δὲ πρότερον Ἀντιγόνῳ περὶ Ἴψον τῆς Φρυγίας, αὐτῷ στρατηγοῦντι καὶ αὐτῷ μαχομένῳ, καίπερ ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονότι.
他与马其顿人和蛮族进行了许多战争,其中与马其顿人的两场战争最为重大:后一场是针对统治色雷斯的赖西马科斯,前一场是在弗里吉亚的伊普索斯附近针对安提柯,当时安提柯虽已年逾八十,仍亲自统帅并亲自作战。
πεσόντος δʼ Ἀντιγόνου κατὰ τὴν μάχην, ὅσοι βασιλεῖς τὸν Ἀντίγονον ἅμα τῷ Σελεύκῳ καθῃρήκεσαν, τὴν Ἀντιγόνου γῆν διενέμοντο.
当安提柯在战斗中阵亡后,那些与塞琉古一同打败安提柯的国王们瓜分了安提柯的领地。
καὶ ὁ Σέλευκος τότε τῆς μετʼ Εὐφράτην Συρίας ἐπὶ θαλάσσῃ καὶ Φρυγίας τῆς ἀνὰ τὸ μεσόγειον ἄρχειν διέλαχεν.
当时,塞琉古通过抽签分得了对幼发拉底河以外、临海的叙利亚以及内陆弗里吉亚的统治权。
ἐφεδρεύων δὲ ἀεὶ τοῖς ἐγγὺς ἔθνεσι, καὶ δυνατὸς ὢν βιάσασθαι καὶ πιθανὸς προσαγαγέσθαι, ἦρξε Μεσοποταμίας καὶ Ἀρμενίας καὶ Καππαδοκίας τῆς Σελευκίδος λεγομένης καὶ Περσῶν καὶ Παρθυαίων καὶ Βακτρίων καὶ Ἀράβων καὶ Ταπύρων καὶ τῆς Σογδιανῆς καὶ Ἀραχωσίας καὶ Ὑρκανίας, καὶ ὅσα ἄλλα ὅμορα ἔθνη μέχρι Ἰνδοῦ ποταμοῦ Ἀλεξάνδρῳ ἐγεγένητο δορίληπτα, ὡς ὡρίσθαι τῷδε μάλιστα μετʼ Ἀλέξανδρον τῆς Ἀσίας τὸ πλέον· ἀπὸ γὰρ Φρυγίας ἐπὶ ποταμὸν Ἰνδὸν ἄνω πάντα Σελεύκῳ κατήκουεν.
由于他始终伺机窥伺邻近的民族,且既有武力强征的实力,又有说服人归顺的口才,因而统治了美索不达米亚、亚美尼亚、被称为塞琉基斯的卡帕多西亚、波斯人、巴提亚人、大夏人、阿拉伯人、塔普里人、索格迪亚纳、阿拉霍西亚、希尔卡尼亚,以及其他所有直到印度河为止、曾被亚历山大武力征服的邻近民族,以至于他被公认为亚历山大之后统治亚洲面积最大的人;因为从弗里吉亚到印度河的内陆一切土地都顺从于塞琉古。
καὶ τὸν Ἰνδὸν περάσας ἐπολέμησεν Ἀνδροκόττῳ βασιλεῖ τῶν περὶ αὐτὸν Ἰνδῶν, μέχρι φιλίαν αὐτῷ καὶ κῆδος συνέθετο.
他还渡过印度河,与当地印度人的国王安德罗科特斯作战,直到与他缔结了友好与姻亲关系。
καὶ τῶνδε τὰ μὲν πρὸ τῆς Ἀντιγόνου τελευτῆς, τὰ δὲ μετʼ Ἀντίγονον ἐποίησεν.
在这些事情中,有些是在安提柯去世前完成的,有些是在安提柯去世后完成的。
§956λέγεται δʼ αὐτῷ, στρατιώτῃ τοῦ βασιλέως ἔτι ὄντι καὶ ἐπὶ Πέρσας ἑπομένῳ, χρησμὸν ἐν Διδυμέως γενέσθαι πυνθανομένῳ περὶ τῆς ἐς Μακεδονίαν ἐπανόδου,
μὴ σπεῦδʼ Εὐρώπηνδʼ. Ἀσίη τοι πολλὸν ἀμείνων.
据说,当他仍是国王的士兵并在随同前往波斯时,他在迪迪梅乌斯神庙询问关于返回马其顿的事,得到了如下的预言: “切莫急于去欧洲,亚洲对你来说要好得多。
καὶ ἐν Μακεδονίᾳ τὴν ἑστίαν αὐτῷ τὴν πατρῴαν, οὐδενὸς ἅψαντος, ἐκλάμψαι πῦρ μέγα.
” 又据说,在马其顿,他的祖传炉火在无人点燃的情况下燃起了熊熊大火。
καὶ ὄναρ αὐτοῦ τὴν μητέρα ἰδεῖν, ὃν ἂν εὕροι δακτύλιον, δοῦναι φόρημα Σελεύκῳ, τὸν δὲ βασιλεύσειν ἔνθα ἂν ὁ δακτύλιος ἐκπέσῃ.
他的母亲还做了一个梦,梦见自己无论找到什么戒指,都要送给塞琉古佩戴,而塞琉古将在戒指掉落的地方成为国王。
καὶ ἡ μὲν ηὗρεν ἄγκυραν ἐν σιδήρῳ κεχαραγμένην, ὁ δὲ τὴν σφραγῖδα τήνδε ἀπώλεσε κατὰ τὸν Εὐφράτην.
她确实找到了一枚铁铸且刻有锚形图案的戒指,而他后来在幼发拉底河附近丢失了这枚印章。
λέγεται καὶ ἐς τὴν Βαβυλωνίαν ἀπιόντα ὕστερον προσκόψαι λίθῳ, καὶ τὸν λίθον ἀνασκαφέντα ἄγκυραν ὀφθῆναι.
还有人说,后来在他前往巴比伦尼亚的途中,绊到了一块石头,把那块石头挖出来后,发现是一只锚。
θορυβουμένων δὲ τῶν μάντεων ὡς ἐπὶ συμβόλῳ κατοχῆς, Πτολεμαῖον τὸν Λάγου παραπέμποντα εἰπεῖν ἀσφαλείας τὴν ἄγκυραν, οὐ κατοχῆς εἶναι σύμβολον.
当预言家们为此感到惊慌,认为这是束缚的征兆时,送行的拉古斯之子托勒密说,锚是安全的象征,而不是束缚的象征。
καὶ Σελεύκῳ μὲν διὰ τοῦτο ἄρα καὶ βασιλεύσαντι ἡ σφραγὶς ἄγκυρα ἦν, δοκεῖ δέ τισι καὶ περιόντος ἔτι Ἀλεξάνδρου καὶ ἐφορῶντος ἕτερον τῷ Σελεύκῳ σημεῖον περὶ τῆς ἀρχῆς τοιόνδε γενέσθαι.
由于这个原因,在塞琉古成为国王之后,他的印章依然是锚。 然而,也有人认为,在亚历山大还活着并亲自目睹时,还发生了另一个关于塞琉古统治权的征兆。
Ἀλεξάνδρῳ γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα ἐπανελθόντι, καὶ τὰς ἐν αὐτῇ τῇ Βαβυλωνίᾳ λίμνας ἐπὶ χρείᾳ τοῦ τὸν Εὐφράτην τὴν Ἀσσυρίδα γῆν ἀρδεύειν περιπλέοντι, ἄνεμος ἐμπεσὼν ἥρπασε τὸ διάδημα, καὶ φερόμενον ἐκρεμάσθη δόνακος ἐν τάφῳ τινὸς ἀρχαίου βασιλέως.
当亚历山大从印度返回巴比伦,为了利用幼发拉底河灌溉亚述土地而在巴比伦尼亚境内的湖泊中乘船巡游时,一阵狂风刮来,夺走了他的王冠,王冠随风飘流,挂在了一位古代国王陵墓的芦苇上。
καὶ ἐσήμαινε μὲν ἐς τὴν τελευτὴν τοῦ βασιλέως καὶ τόδε, ναύτην δέ φασιν ἐκκολυμβήσαντα περιθέσθαι τῇ κεφαλῇ τὸ διάδημα καὶ ἐνεγκεῖν ἄβροχον Ἀλεξάνδρῳ, καὶ λαβεῖν τῆς προθυμίας αὐτίκα δωρεὰν παρὰ τοῦ βασιλέως τάλαντον ἀργυρίου·
虽然这也预示着国王的死讯,但据说有一名水手游了过去,将王冠戴在自己头上,以便干爽地送回给亚历山大,并因其机敏而立即从国王那里得到了银一塔兰特的赏赐。
τῶν δὲ μάντεων αὐτὸν ἀναιρεῖν κελευόντων οἱ μὲν πεισθῆναι τὸν Ἀλέξανδρον αὐτοῖς, οἱ δὲ ἀντειπεῖν.
当预言家们要求处死这名水手时,有人说亚历山大听从了他们的建议,也有人说他表示反对。
εἰσὶ δὲ οἳ τάδε πάντα ὑπερελθόντες, οὐ ναύτην ὅλως φασὶν ἀλλὰ Σέλευκον ἐπὶ τὸ διάδημα τοῦ βασιλέως ἐκκολυμβῆσαι, καὶ περιθέσθαι Σέλευκον αὐτὸ τῇ κεφαλῇ, ἵνʼ ἄβροχον εἴη.
但还有一些人把这些说法全都推翻,称根本不是什么水手,而是塞琉古亲自游去拿国王的王冠,并且塞琉古将其戴在自己头上以保持干爽。
καὶ τὰ σημεῖα ἐς τέλος ἀμφοῖν ἀπαντῆσαι.
而这些征兆最终对两人都灵验了。
Ἀλέξανδρόν τε γὰρ ἐν Βαβυλῶνι μεταστῆναι τοῦ βίου, καὶ Σέλευκον τῆς Ἀλεξάνδρου γῆς, ὅτι πλείστης μάλιστα τόνδε τῶν Ἀλεξάνδρου διαδόχων, βασιλεῦσαι.
因为亚历山大在巴比伦离世,而塞琉古在亚历山大的所有继承者中,成为了统治亚历山大领土最为辽阔的国王。