Humanitext Reader

阿庇安 · 叙利亚战记 §739-741

和约的缔结与西庇阿受审

第 17 段,共 27 段 · 希腊语

内容简介

罗马与安条克大王之间的和平条约正式起草并签署。随后,回国的西庇阿面临受贿和叛国指控,但他对指控不予理睬,通过陈述自己的丰功伟绩震撼法庭,并带领群众前往卡皮托尔山。作者将西庇阿超然的态度与阿里斯提德、苏格拉底以及伊巴密浓达相比较,后者在因违法保有指挥权受审时,高傲地历数自己的历史功绩,最终令法官们心生敬畏而逃离。

§739τοσάδε προύτεινεν ὁ Σκιπίων, καὶ πάντα ἐδέχοντο οἱ πρέσβεις.
\n西庇阿提出了这些条件,使者们全都接受了。
το τε μέρος αὐτίκα τῶν χρημάτων καὶ τὰ εἴκοσιν ὅμηρα ἐκομίζετο, καὶ ἦν αὐτῶν Ἀντίοχος ο νεώτερος υἱὸς Ἀντιόχου.
随即交付了金钱的即付部分以及二十名人质,其中就有安条克大王的幼子安条克。
ἐς δὲ τὴν Ῥώμην οἵ τε Σκιπίωνες καὶ ὁ Ἀντίοχος πρέσβεις ἔπεμπον, καὶ ἡ βουλὴ τοῖς ἐγνωσμένοις συνετίθεντο.
西庇阿兄弟和安条克都向罗马派遣了使者,元老院同意了已达成的协议。
καὶ ἐγράφοντο συνθῆκαι τοὺς Σκιπίωνος λόγους βεβαιοῦσαί τε καὶ περὶ τῶν ἀορίστων ἐπιλέγουσαι, καὶ βραχέα ἄττα προσεπιλαμβάνουσαι, ὅρον μὲν Ἀντιόχῳ τῆς ἀρχῆς εἶναι δύο ἄκρας, Καλύκαδνόν τε καὶ Σαρπηδόνιον, καὶ τάσδε μὴ παραπλεῖν Ἀντίοχον ἐπὶ πολέμῳ, ναῦς δὲ καταφράκτους ἔχειν δώδεκα μόνας, αἷς ἐς τοὺς ὑπηκόους πολέμου κατάρχειν· πολεμούμενον δὲ καὶ πλέοσι χρῆσθαι· μηδένα δʼ ἐκ τῆς Ῥωμαίων ξενολογεῖν, μηδὲ φυγάδας ἐξ αὐτῆς ὑποδέχεσθαι, καὶ τὰ ὅμηρα διὰ τριετίας ἐναλλάσσειν, χωρίς γε τοῦ παιδὸς Ἀντιόχου.
于是起草了条约,确认了西庇阿的提议,并对未定事项作了补充规定,还增加了一些简短的条款:安条克领土的边界为卡利卡德努斯和萨尔佩东两处海岬,安条克不得因战争目的驶过这两处海岬;他只能拥有十二艘装甲战船,以此向其属民发起战争,但若遭到攻击,亦可使用更多船只;不得从罗马人的领地招募雇佣兵,亦不得收留来自那里的流亡者;人质每三年更换一次,但安条克之子除外。
ταῦτα συγγραψάμενοί τε καὶ ἐς τὸ Καπιτώλιον ἐς δέλτους χαλκᾶς ἀναθέντες, οὗ καὶ τὰς ἄλλας συνθήκας ἀνατιθέασιν, ἔπεμπον ἀντίγραφα Μαλλίῳ Οὐούλσωνι τῷ διαδεδεγμένῳ τὴν Σκιπίωνος στρατηγίαν.
他们将这些条款记录下来,刻在青铜板上,供奉在卡皮托尔山(这也是他们供奉其他条约的地方),并把抄本送给接替西庇阿指挥权的马利乌斯·沃尔索。
ὁ δʼ ὤμνυ τοῖς Ἀντιόχου πρέσβεσι περὶ Ἀπάμειαν τῆς Φρυγίας, καὶ ὁ Ἀντίοχος ἐπὶ τοῦτο πεμφθέντι Θέρμῳ χιλιάρχῳ.
沃尔索在弗里吉亚的阿帕梅亚附近向安条克的使者宣誓,安条克也向为此目的派来的千夫长塞莫斯宣誓。
τοῦτο μὲν δὴ Ἀντιόχῳ μεγάλῳ τοῦ πρὸς Ῥωμαίους πολέμου τέλος ἦν.
这便是大王安条克与罗马人战争的终结。
καὶ ἐδόκει μέχρι τοῦδε προελθεῖν μόνου διὰ χάριν τὴν ἐς τὸν παῖδα τὸν Σκιπίωνος Ἀντιόχῳ γενομένην·
而且人们认为,条约之所以仅限于此,完全是因为安条克曾对西庇阿之子施以恩惠。
§740καί τινες τὸν Σκιπίωνα ἐπανελθόντα διέβαλλον ἐπὶ τῷδε, καὶ δήμαρχοι δύο δωροδοκίας αὐτὸν ἐγράψαντο καὶ προδοσίας.
\n\n西庇阿回国后,有人因此事中伤他,两名护民官指控他犯有受贿罪和叛国罪。
ὁ δὲ ἀδοξῶν καὶ ὑπερορῶν τοῦ ἐγκλήματος, ἐπεὶ συνῆλθε τὸ δικαστήριον ἧς ἡμέρας ποτὲ Καρχηδόνα παρεστήσατο, θυσίαν προύπεμψεν ἐς τὸ Καπιτώλιον, καὶ ἐς τὸ δικαστήριον αὐτὸς παρῆλθεν ἐπὶ λαμπροῦ σχήματος ἀντὶ οἰκτροῦ καὶ ταπεινοῦ τῶν ὑπευθύνων, ὡς εὐθὺς ἐπὶ τῷδε πάντας ἐκπλῆξαί τε καὶ ἐς εὔνοιαν, ὡς ἐπὶ χρηστῷ δὴ συνειδότι μεγαλοφρονούμενον, προσαγαγέσθαι.
但他鄙视并蔑视这一指控,当法庭在他当年降服迦太基的同一天开庭时,他先派人送祭品去卡皮托尔山,自己则身着华丽的服饰来到法庭,而不是被告人那种可怜和卑微的装装,以此立即震惊众人,并赢得他们的好感,显得他因问心无愧而气宇轩昂。
λέγειν δὲ ἀρξάμενος τῆς μὲν κατηγορίας οὐδʼ ἐπεμνήσθη, τὸν δὲ βίον ἑαυτοῦ καὶ ἐπιτηδεύματα καὶ ἔργα πάντα ἐπεξῄει, καὶ πολέμους ὅσους ἐπολέμησεν ὑπὲρ τῆς πατρίδος, καὶ ἕκαστον αὐτῶν ὡς ἐπολέμησεν, ὁσάκις τε ἐνίκησεν, ὡς ἐγγενέσθαι τοῖς ἀκροωμένοις τι καὶ ἡδονῆς διὰ τὴν ἱστορίαν τῆς σεμνολογίας.
他开始发言时,对指控只字未提,而是历陈自己的一生、行事和所有的功绩,以及他为祖国打了多少场战争、他是如何打每一场战争的、赢了多少次,以至于听众因这庄严陈述的历史而产生了一种愉悦之情。
ἐπεὶ δέ ποτε προῆλθεν ἐπὶ Καρχηδόνα, ἐξάρας ἐς φαντασίαν τάδε μάλιστα, καὶ ὁρμῆς αὐτός τε ἐμπλησθεὶς καὶ τὸ πλῆθος ἐμπλήσας, εἶπεν ὅτι τῆσδε τῆς ἡμέρας ἐγὼ τάδε ἐνίκων καὶ Καρχηδόνα ὑμῖν, ὦ πολῖται, περιεποίουν, τὴν τέως ὑμῖν ἐπιφοβωτάτην.
当他终于讲到迦太基时,他在想象中把这件事推向了极致,自己充满激情,也让群众充满热忱,说道:“公民们,就在这一天,我赢得了那些胜利,为你们征服了迦太基——那曾让你们最为恐惧的敌人。
ἄπειμι δὴ θύσων τῆς ἡμέρας ἐς τὸ Καπιτώλιον· καὶ ὑμῶν ὅσοι φιλοπόλιδες, τῆς θυσίας μοι, γιγνομένης ὑπὲρ ὑμῶν συνάψασθε.
因此,我现在要前往卡皮托尔山,在这一天进行祭祀;你们中凡是热爱祖国的人,请与我一同参加这为你们而举行的祭祀吧。
ταῦτα ἔφη, καὶ ἐς τὸ Καπιτώλιον ἔθει, μηδὲν τῆς δίκης φροντίσας.
”说完这些,他便朝卡皮托尔山走去,丝毫不理会审判。
εἵπετο δʼ αὐτῷ τὸ πλῆθος καὶ οἱ πλέονες τῶν δικαστῶν σὺν εὐφήμῳ βοῇ, καὶ θύοντι ὅμοια ἐπεφώνουν.
群众和大多数法官都欢呼着跟随他,并在他祭祀时齐声欢呼赞同。
οἱ κατήγοροι δὲ ἠποροῦντο, καὶ οὔτε αὐτῷ τὴν δίκην αὖθις ὡς ἀτέλεστον ἐτόλμησαν ἐπιγράψαι, οὔτε μέμψασθαι δημοκοπίας, δυνατώτερον αὐτοῦ τὸν βίον εἰδότες ὑπονοίας τε καὶ διαβολῆς.
控诉者们束手无策,既不敢以审判未结为由再次起诉他,也不敢谴责他煽动民众,因为他们深知他的一生比任何怀疑和诽谤都更有说服力。
§741ὁ μὲν δὴ Σκιπίων ὧδε ἐγκλήματος ἀναξίου τῶν βεβιωμένων οἱ κατεφρόνησε, σοφώτερον, ἐμοὶ δοκεῖν, Ἀριστείδου περὶ κλοπῆς καὶ Σωκράτους περὶ ὧν ἐνεκαλεῖτο οὐδὲν εἰπόντων ὑπʼ ἀδοξίας ὁμοίας, ἢ Σωκράτους εἰπόντος ἃ δοκεῖ Πλάτωνι, μεγαλοφρονέστερον δὲ ἄρα καὶ Ἐπαμεινώνδου, ὃς ἐβοιωτάρχει μὲν ἅμα Πελοπίδᾳ καὶ ἑτέρῳ, ἐξέπεμψαν δὲ αὐτοὺς οἱ Θηβαῖοι, στρατὸν ἑκάστῳ δόντες, ἐπικουρεῖν Ἀρκάσι καὶ Μεσσηνίοις πολεμουμένοις ὑπὸ Λακώνων, οὔπω δʼ ὅσα ἐπενόοουν ἐργασαμένους ἐπὶ διαβολῇ μετεκάλουν.
\n\n西庇阿便是这样蔑视了配不上他一生功勋的指控,在我看来,这比因盗窃指控而无言的阿里斯提德,或者因类似的耻辱而对指控不发一言的苏格拉底(或是说了柏拉图认为他说了的那些话的苏格拉底)更为聪明;而且,这显然也比伊巴密浓达更为气宇轩昂。 伊巴密浓达曾与皮洛皮达斯及另一人共同担任波奥塔尔赫斯,底比斯人派他们出去,各给一支军队,去援助遭到拉栖代梦人攻击的阿卡迪亚人和麦塞尼亚人,但由于谗言,在他们尚未完成预定计划之前就将他们召回。
οἱ δὲ τοῖς διαδόχοις σφῶν τὴν ἀρχὴν ἐπὶ μῆνας ἓξ οὐ μεθῆκαν, ἕως τὰ Λακεδαιμονίων φρούρια καθεῖλον καὶ ἐπέστησαν αὖθις ἕτερα τῶν Ἀρκάδων, Ἐπαμεινώνδου τοὺς συστρατήγους ἐς τοῦτο ἀναγκάζοντός τε, καὶ ὑποδεχομένου τὸ ἔργον αὐτοῖς ἀζήμιον ἔσεσθαι.
但他们六个月没有向继任者交出指挥权,直到摧毁了拉栖代梦人的要塞,并重新为阿卡迪亚人建立了其他的要塞,因为伊巴密浓达强迫他的同僚将军们这样做,并承诺此举不会对他们造成损害。
ἐπεὶ δὲ αὐτοῖς ἐπανελθοῦσιν οἱ κατήγοροι, καθʼ ἕνα διώκοντες, ἐτιμῶντο θανάτου (θανάτῳ γὰρ ὁ νόμος ἐζημίου τὸν ἐκ βίας ἀρχὴν ἄρξαντα ἀλλοτρίαν), οἱ μὲν ἕτεροι διέφυγον οἴκτῳ τε χρώμενοι καὶ λόγοις πλείοσι, καὶ τὴν αἰτίαν ἐς τὸν Ἐπαμεινώνδαν ἀναφέροντες, αὐτὸν οὕτω λέγειν ὑποθέμενον αὐτοῖς καὶ λέγουσιν ἐπιμαρτυροῦντα·
当他们回国后,控诉者对他们逐一进行起诉,要求判处死刑(因为法律规定强行占用他人职权者处死刑),其余的人通过博取同情和多方辩解而逃脱了惩罚,并将责任推给伊巴密浓达,称是他建议他们这样做的,而伊巴密浓达也对他们的说法表示证实。
ὁ δὲ κρινόμενος τελευταῖος ὁμολογῶ, ἔφη, παρανόμως ἄρξαι τόνδε τὸν χρόνον, καὶ οὓς ἀπελύσατε νῦν, ἐγὼ συναναγκάσαι.
而伊巴密浓达作为最后一个受审的人,说道:“我承认,在这期间我违法保有了指挥权,并且强迫了你们刚刚释放的那些人。
καὶ οὐ παραιτοῦμαι τὸν θάνατον παρανομήσας.
既然犯了法,我并不乞求免于一死。
αἰτῶ δʼ ὑμᾶς ἀντὶ τῶν προβεβιωμένων μοι κατὰ τὸν τάφον ἐπιγράψαι· οὗτός ἐστιν ὁ περὶ Λεῦκτρα νικήσας καὶ τὴν πατρίδα, τοὺς ἐχθροὺς οὐχ ὑπομένουσαν, οὐδʼ εἴ τις ξένος ἔχοι Λακωνικὸν πῖλον, ἐπὶ τὴν Σπάρτην αὐτὴν προαγαγών.
但我请求你们,用我过去的生命来代替,在我的墓碑上刻下:『这就是在留克特拉赢得胜利,并将他的祖国——那过去甚至无法容忍敌人(哪怕只是外邦人戴着拉栖代梦帽子)的祖国——带向斯巴达城下的人。
οὗτος ὑπὸ τῆς πατρίδος ἀνῄρηται, παρανομήσας ἐπὶ συμφέροντι τῆς πατρίδος.
此人因为了祖国的利益而犯法,最终被祖国处死。
ταῦτʼ εἰπὼν κατέβη τε τοῦ βήματος, καὶ παρεδίδου τὸ σῶμα τοῖς ἐθέλουσιν ἀπαγαγεῖν.
』”说完这些,他便走下讲坛,将身体交给那些想要带走他的人。
οἱ δικασταὶ δὲ τῷ τε ὀνείδει τοῦ λόγου καὶ θαύματι τῆς ἀπολογίας καὶ αἰδοῖ τοῦ ἀνδρὸς ἀπολογουμένου, τὰς ψήφους οὐχ ὑποστάντες λαβεῖν, ἐξέδραμον ἐκ τοῦ δικαστηρίου.
而法官们因他话语中的谴责、对其申辩的惊叹以及对这位受审者的敬畏,无法承受进行投票的压力,纷纷跑出了法庭。

词汇与语法注释

  1. §739ναῦς δὲ καταφράκτους ἔχειν δώδεκα μόνας, αἷς ἐς τοὺς ὑπηκόους πολέμου κατάρχειν· πολεμούμενον δὲ καὶ πλέοσι χρῆσθαι· — 此处是一连串用于规定条约内容的间接引语不定式。值得注意的是,在关系代词 `αἷς` 引导的从句中,动词也受间接引语影响而变成了不定式 `κατάρχειν`。此外,分词 `πολεμούμενον` 是中被动语态,起条件状语作用(“如果遭到攻击”)。
  2. §740ὡς εὐθὺς ἐπὶ τῷδε πάντας ἐκπλῆξαί τε καὶ ἐς εὔνοιαν ... προσαγαγέσθαι — 由 `ὡς` 引导的不定式 `ἐκπλῆξαι` 和 `προσαγαγέσθαι` 表示目的或预期的结果。在此处,`ὡς` 代替了更为常见的 `ὥστε` 与不定式的搭配,用以说明西庇阿华丽出场的意图和效果。
  3. §741οὐδʼ εἴ τις ξένος ἔχοι Λακωνικὸν πῖλον — 带有 `εἴ` 和希求法动词 `ἔχοι` 的条件从句表示过去的一般性条件或假设性的让步(“哪怕只是外邦人戴着拉栖代梦帽子”),用夸张的手法表现了底比斯人过去对一切与斯巴达有关的事物的极度恐惧。
  4. §741τὰς ψήφους οὐχ ὑποστάντες λαβεῖν — 分词 `ὑποστάντες`(源自 `ὑφίσταμαι`,意为“承受”或“承担”)与不定式 `λαβεῖν`(“进行[投票]”)连用,表示“无法承受进行投票的压力”或“不敢进行投票”。

引用这一段

阿庇安, 叙利亚战记 §739-741. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:739-741

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。