§526οἱ μὲν δὴ πάλιν ἐς Σάμον ἀνήγοντο, καὶ ὁ χρόνος ἔληγε Λιουίῳ τῆς ναυαρχίας·
于是他们再次启航前往萨摩斯,而利维乌斯担任海军统帅的任期也即将届满。
τοῦ δʼ αὐτοῦ χρόνου Σέλευκος ὁ Ἀντιόχου τὴν Εὐμένους γῆν ἐδῄου καὶ Περγάμῳ παρεκάθητο, τοὺς ἄνδρας ἐς τὴν πόλιν κατακλείσας.
与此同时,安条克之子塞琉古正在掠夺欧墨尼斯的土地,并将人们困在城内,围攻佩尔伽蒙。
ὅθεν ὁ Εὐμένης ἐς Ἐλαίαν, τὸ τῆς ἀρχῆς ἐπίνειον, διέπλει κατὰ σπουδήν, καὶ σὺν αὐτῷ Λεύκιος Αἰμίλιος Ῥηγίλλος ὁ Λιουίου τὴν ναυαρχίαν παραδεδεγμένος.
因此,欧墨尼斯急忙航行前往他领地的港口埃莱亚,同行的还有接替利维乌斯担任海军统帅的卢基乌斯·埃米利乌斯·雷吉鲁斯。
ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν Εὐμένει σύμμαχοι χίλιοι πεζοὶ καὶ ἱππεῖς ἑκατὸν ἐπίλεκτοι, ὧν Διοφάνης ὁ στρατηγὸς ἀπὸ τοῦ τείχους ἰδὼν τοὺς Σελευκείους παίζοντάς τε καὶ μεθύοντας ἐκ καταφρονήσεως, ἔπειθε τοὺς Περγαμηνοὺς ἑαυτῷ συνεκδραμεῖν ἐπὶ τοὺς πολεμίους.
阿凯亚人也向欧墨尼斯派来了一千名步兵和一百名精选骑兵作为盟军。 他们的指挥官狄奥法内斯从城墙上看到塞琉古的士兵出于轻蔑而嬉戏醉酒,便试图说服佩尔伽蒙人与他一同出击,迎击敌人。
οὐχ ὑφισταμένων δʼ ἐκείνων, ὥπλισε τοὺς ἰδίους χιλίους καὶ τοὺς ἑκατὸν ἱππέας.
但由于对方不愿应允,他便武装了自己的那一千名步兵和一百名骑兵。
καὶ προαγαγὼν ὑπὸ τὸ τεῖχος ἔστησεν ἀτρεμεῖν, ὑπερορώντων αὐτοὺς ἐς πολὺ τῶν πολεμίων ὡς ὀλίγους τε καὶ οὐ τολμῶντας ἐς χεῖρας ἐλθεῖν.
接着,他将队伍带到城墙下静静伫立,而敌人则极其蔑视他们,认为他们人数稀少,绝不敢近身肉搏。
ὁ δʼ ἀριστοποιουμένοις ἐπιδραμὼν ἐθορύβησέ τε καὶ ἐτρέψατο τοὺς προφύλακας, τῶν δʼ ἄλλων ἐπὶ τὰ ὅπλα ἀναπηδώντων, καὶ τοὺς ἵππους περιχαλινούντων ἢ φεύγοντας διωκόντων ἢ δυσχερῶς ἀναβαινόντων οὐκ εὐσταθοῦντας, ἐκράτει πάνυ λαμπρῶς, ἐπιβοώντων ἄνωθεν ἀπὸ τοῦ τείχους τῶν Περγαμηνῶν, καὶ οὐδὲ τότε προελθεῖν ὑφισταμένων.
他在敌人吃午餐时发起突袭,使前哨部队陷入混乱并将其击退。 当其余的人急忙跳起来拿武器、给马套缰绳、或者追赶跑散的马匹、或者在马匹不稳时费力地骑上马背时,他取得了极其辉煌的胜利,佩尔伽蒙人在城墙上方大声欢呼,但即便在那个时候,他们依然不愿出城。
κτείνας δʼ ὅσους ἐδύνατο ὡς ἐν ἐπιδείξει ταχείᾳ, καί τινας αἰχμαλώτους ἑλὼν ἄνδρας τε καὶ ἵππους, ἐπανῄει κατὰ σπουδήν.
他像是在进行一次快速的示威一样,尽其所能地斩杀敌人,并俘获了一些士兵和战马,随后急忙返回。
καὶ τῆς ἐπιούσης αὖθις ἵστη τοὺς Ἀχαιοὺς ὑπὸ τὸ τεῖχος, οὐδὲ τότε τῶν Περγαμηνῶν αὐτῷ συνεξιόντων.
第二天,他再次将阿凯亚人整队在城墙下,但即便如此,佩尔伽蒙人仍未与他一同出击。
Σέλευκος δʼ ἱππεῦσι πολλοῖς αὐτῷ προσεπέλαζε προκαλούμενος.
塞琉古率领大批骑兵逼近他,向他挑战。
ὁ δὲ τότε μὲν οὐκ ἐπεξῄει, παρʼ αὐτὸ τὸ τεῖχος ἑστώς, ἀλλʼ ἐφυλάσσετο·
狄奥法内斯当时并未出击,只是紧贴城墙站立,保持戒备。
ἐπεὶ δʼ ὁ Σέλευκος παραμείνας ἐς μεσημβρίαν, καμνόντων οἱ ἤδη τῶν ἱππέων ἐπέστρεφε καὶ ἐπανῄει, τοῖς τελευταίοις αὐτοῦ ὁ Διοφάνης ἐπιθέμενος καὶ θορυβοποιήσας, καὶ βλάψας ὅσα καὶ τότε δυνατὸς ἦν, εὐθὺς ἐπανῄει πάλιν ὑπὸ τὸ τεῖχος.
但是,当塞琉古在原地停留到中午,因骑兵已经疲惫而转身撤退时,狄奥法内斯袭击了对方的殿后部队,制造了混乱,并尽其所能地给予重创,随后立即退回到城墙下。
καὶ τόνδε τὸν τρόπον συνεχῶς ἔν τε χορτολογίαις καὶ ξυλείαις ἐνεδρεύων καὶ ἀεί τι ἐνοχλῶν ἀπό τε Περγάμου τὸν Σέλευκον ἀνέστησε καὶ ἀπὸ τῆς ἄλλης Εὐμένους χώρας ἐξήλασεν.
他通过这种方式,在敌人割草和砍柴时不断设伏,并总是给予骚扰,从而逼迫塞琉古从佩尔伽蒙撤营,并将其从欧墨尼斯的其他领土中驱逐出去。
§527Πολυξενίδᾳ δὲ καὶ Ῥωμαίοις μετʼ οὐ πολὺ γίγνεται ναυμαχία περὶ Μυόννησον, ἐς ἣν συνῄεσαν Πολυξενίδας μὲν ναυσὶν ἐνενήκοντα καταφράκτοις, Λεύκιος δʼ ὁ Ῥωμαίων ναύαρχος ὀγδοήκοντα τρισί·
不久之后,聚利克塞尼达斯与罗马人在妙内索斯附近发生了一场海战,聚利克塞尼达斯率领九十艘有盖战船参战,而罗马海军统帅卢基乌斯则率领八十三艘。
τούτων ἦσαν ἐκ Ῥόδου πέντε καὶ εἴκοσιν.
在这些船只中,有二十五艘来自罗德岛。
ὧν ὁ στρατηγὸς Εὔδωρος ἐτέτακτο μὲν ἐπὶ τοῦ λαιοῦ κέρως, ἰδὼν δὲ ἐπὶ θάτερα Πολυξενίδαν πολὺ προύχοντα Ῥωμαίων, ἔδεισέ τε μὴ κυκλωθεῖεν, καὶ περιπλεύσας ὀξέως ἅτε κούφαις ναυσὶ καὶ ἐρέταις ἐμπείροις θαλάσσης, τὰς ναῦς τὰς πυρφόρους τῷ Πολυξενίδᾳ πρώτας ἐπῆγε, λαμπομένας τῷ πυρὶ πάντοθεν.
他们的指挥官埃乌多鲁斯被部署在左翼,但看到在另一侧聚利克塞尼达斯大大超越了罗马人,他害怕遭到包围,于是凭借轻便的船只和经验丰富的舵手迅速绕行,首先将各处燃着烈火的火器船引向聚利克塞尼达斯。
οἱ δʼ ἐμβαλεῖν μὲν αὐταῖς οὐκ ἐτόλμων διὰ τὸ πῦρ, κύκλῳ δʼ αὐτὰς περιπλέοντες ἐνέκλινόν τε καὶ θαλάσσης ἐπίμπλαντο καὶ ἐς τὰς ἐπωτίδας ἐτύπτοντο, μέχρι Ῥοδίας νεὼς ἐς Σιδονίαν ἐμβαλούσης, καὶ τῆς πληγῆς εὐτόνου γενομένης, ἄγκυρα ἐκπίπτουσα τῆς Σιδονίας ἐς τὴν Ῥοδίαν ἐπάγη τε καὶ συνέδησεν ἄμφω πρὸς ἀλλήλας, ὅθεν ἦν ὁ ἀγὼν ἀτρεμούντων τῶν σκαφῶν τοῖς ἐπιβάταις ὥσπερ ἐν γῇ.
敌军因火势不敢直接撞击它们,而是在它们周围绕行,结果连连退缩,船舱进水,且防撞木也遭到撞击,直到一艘罗德岛船撞上了一艘西顿船。 由于撞击力道猛烈,西顿船上脱落的一只锚钉入了罗德岛船中,将两艘船紧紧系在了一起,因此在船只静止的情况下,双方甲板兵之间的战斗就如同在陆地上进行一般。
καὶ προσιουσῶν ἄλλων ἐς ἐπικουρίαν ἑκατέρᾳ πολλῶν, φιλονεικία τε παρʼ ἀμφοῖν ἐγίγνετο λαμπρά, καὶ τὸ μέσον τῶν Ἀντιόχου νεῶν ἔρημον ἐκ τούτου γενόμενον αἱ Ῥωμαίων νῆες διέπλεον, καὶ τοὺς πολεμίους ἔτι ἀγνοοῦντας ἐκύκλουν, ὡς δʼ ἔμαθόν ποτε, ἐγίγνετο φυγὴ καὶ τροπή, καὶ διεφθάρησαν Ἀντιόχου νῆες μιᾶς δέουσαι τριάκοντα, ὧν τρισκαίδεκα αὐτοῖς ἀνδράσιν ἐλήφθησαν.
随着双方都有许多其他船只前来增援,两军之间展开了激烈的争夺。 安条克舰队的中部因此变得空虚,罗马船只乘虚驶过,包围了仍未察觉的敌人。 当敌人终于发觉时,便开始溃逃和败退,安条克的船只有二十九艘被摧毁,其中十三艘连同船员一同被俘。
Ῥωμαίων δʼ ἀπώλοντο μόναι δύο.
罗马人仅损失了两艘船。
καὶ ὁ Πολυξενίδας τὴν Ῥοδίαν ναῦν ἐπαγόμενος ἐς τὴν Ἔφεσον κατήχθη.
而聚利克塞尼达斯则拖着那艘罗德岛船撤回到以弗所。