- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:13-15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ローマの使節グナエウスとアンティオコス3世は、アジアの都市の自治やエジプトの領有権を巡って議論するが交渉は決裂する。その後、アンティオコスはエジプト侵攻を企てるもプトレマイオスの生存を知ってキプロスへ向かい、さらにローマとの戦争を見据えて近隣の王たちと婚姻同盟を結ぶ。
τούτων δὴ τῶν πρέσβεων Γναῖος ἡγούμενος ἠξίου τὸν Ἀντίοχον Πτολεμαίῳ μέν, ὄντι Ῥωμαίων φίλῳ, συγχωρεῖν ἄρχειν ὅσων ὁ πατὴρ αὐτῷ κατέλιπε, τὰς δʼ ἐν Ἀσίᾳ πόλεις, ὧν Φίλιππος ὁ Μακεδὼν ἦρχεν, αὐτονόμους ἐᾶν· οὐ γὰρ εἶναι δίκαιον1 Ἀντίοχον κρατεῖν ὧν Φίλιππον ἀφείλοντο Ῥωμαῖοι. ὅλως δʼ ἀπορεῖν ἔφη τί τοσοῦτον στόλον ὁ Ἀντίοχος καὶ τοσαύτην στρατιὰν ἄγων ἄνωθεν ἐκ Μήδων ἔλθοι τῆς Ἀσίας ἐπὶ θάλασσαν, ἔς τε τὴν Εὐρώπην ἐσβάλοι, καὶ πόλεις ἐν αὐτῇ κατασκευάζοιτο, καὶ Θρᾴκην ὑπάγοιτο, εἰ μὴ ταῦτά ἐστιν ἑτέρου πολέμου θεμέλια. ὁ δʼ ἀπεκρίνατο Θρᾴκην μέν, τῶν προγόνων αὑτοῦ γενομένην τε καὶ διʼ ἀσχολίας ἐκπεσοῦσαν, αὐτὸς ἐπὶ σχολῆς ὢν ἀναλαμβάνειν,2 καὶ Λυσιμάχειαν ἐγείρειν οἰκητήριον Σελεύκῳ τῷ παιδὶ εἶναι, τὰς δʼ ἐν Ἀσίᾳ πόλεις αὐτονόμους ἐάσειν, εἰ τὴν χάριν οὐ Ῥωμαίοις ἀλλʼ ἑαυτῷ μέλλοιεν ἕξειν. Πτολεμαίῳ δʼ, ἔφη, καὶ συγγενής εἰμι καὶ ὅσον οὔπω καὶ κηδεστὴς ἔσομαι, καὶ χάριν ὑμῖν αὐτὸν ὁμολογεῖν παρασκευάσω. ἀπορῶ δὲ κἀγὼ τίνι Ῥωμαῖοι δικαίῳ τὴν Ἀσίαν πολυπραγμονοῦσιν, ἐμοῦ τὴν Ἰταλίαν οὐ πολυπραγμονοῦντος.
これらの使節のうち、グナエウスが主導してアンティオコスに求めたのは、ローマの友邦であるプトレマイオスに対しては、彼の父が彼に残したすべての領地を支配することを認めること、そして、マケドニアのフィリッポスが支配していたアジアの諸都市については、それらを自治のままにしておくことであった。ローマ人がフィリッポスから奪い取ったものを、アンティオコスが支配するのは正しくないからである。さらに彼は、アンティオコスがこれほどの大艦隊と大軍を率いて、はるかメディアからアジアの海へとやって来て、ヨーロッパに侵入し、そこに都市を築き、トラキアを服属させているのは、これらが新たな戦争の基礎でないとすれば、一体なぜこれほどの大軍を動かしているのか、全く理解に苦しむと述べた。これに対してアンティオコスは答えた。トラキアについては、かつて自分の先祖たちのものであったが多忙のために手放されてしまったものを、自分自身が今や閑暇を得たので取り戻しているところであり、リシマキアを息子のセレウコスの居所とするために再興しているのだと。また、アジアの諸都市については、もし彼らがその恩義をローマ人に対してではなく自分自身に対して抱くつもりであるならば、それらを自治のままにしておくだろうと答えた。 「プトレマイオスに対しては、」と彼は言った。 「私は親族であり、間もなく姻戚関係にもなるのだから、彼があなた方に感謝するように私が取り計らおう。しかし、私がイタリアに干渉していないというのに、ローマ人がいかなる権利をもってアジアに干渉するのか、私としても理解に苦しむところである。」
οὕτω μὲν ἀπʼ ἀλλήλων ἄπρακτοι διεκρίθησαν, ἀπορρηγνύντες ἤδη τὰς ἀπειλὰς ἐς τὸ φανερώτερον· λόγου δὲ καὶ δόξης ἐμπεσούσης ὅτι Πτολεμαῖος ὁ φιλοπάτωρ ἀποθάνοι, κατὰ σπουδὴν ὁ Ἀντίοχος ἀπῄει ὡς Αἴγυπτον ἔρημον ἄρχοντος ἁρπασόμενος. καὶ αὐτῷ κατὰ Ἔφεσον Ἀννίβας ὁ Καρχηδόνιος συμβάλλει, φεύγων τὴν πατρίδα διʼ ἐχθρῶν διαβολάς, οἳ Ῥωμαίοις αὐτὸν ἔφασκον εἶναι δύσερίν τε καὶ φιλοπόλεμον καὶ οὔποτε εἰρηνεύειν δυνάμενον. τότε δʼ ἦν ὅτε Καρχηδόνιοι Ῥωμαίοις ὑπήκουον ἔνσπονδοι. Ἀννίβαν μὲν δὴ διώνυμον ἐπὶ στρατηγίαις ὄντα ὁ Ἀντίοχος ὑπεδέχετο λαμπρῶς καὶ εἶχεν ἀμφʼ αὑτόν· περὶ δὲ τὴν Λυκίαν Πτολεμαῖον περιεῖναι μαθὼν Αἰγύπτου μὲν ἀπέγνω, Κύπρον δʼ ἐλπίσας αἱρήσειν ἀντὶ Αἰγύπτου διέπλει κατὰ τάχος ἐπʼ αὐτήν. χειμῶνι δʼ ἀμφὶ τὸν Σάρον ποταμὸν συμπεσών, καὶ πολλὰς τῶν νεῶν ἀποβαλών, ἐνίας δʼ αὐτοῖς ἀνδράσι3 καὶ φίλοις, ἐς Σελεύκειαν τῆς Συρίας κατέπλευσε, καὶ τὸν στόλον κατεσκεύαζε πεπονημένον. γάμους τε τῶν παίδων ἔθυεν, Ἀντιόχου καὶ Λαοδίκης, ἀλλήλοις συναρμόζων.
このようにして彼らは成果を得られないまま互いに別れたが、今や脅しをより公然とした形でむき出しにしていた。プトレマイオス・フィロパトルが死亡したという噂と推測が広まると、アンティオコスは支配者のいなくなったエジプトを奪取しようと急ぎ出発した。そしてエフェソス近郊でカルタゴのハンニバルが彼に合流した。ハンニバルは、彼がローマ人に対して反抗的で戦争好きであり、決して平和を保つことができないと告げ口した敵たちの非難のために祖国を逃れてきたのであった。当時はカルタゴ人が条約に基づいてローマ人に従属していた時期であった。アンティオコスは、将帥としての名声が高かったハンニバルを盛大に迎え入れ、自らの傍らにとどめた。しかし、リキアの周辺でプトレマイオスが生き延びていることを知ると、エジプトの獲得はあきらめ、エジプトの代わりにキプロスを占領できると期待して、急ぎそちらへと船を走らせた。しかし、サロス川の周辺で嵐に遭遇し、多くの船を失い、中には乗組員や友人たちを乗せたまま失われたものもあったが、シリアのセレウケイアに入港し、損傷した艦隊を修理した。そして、子供たちのアンティオコスとラオディケを結婚させ、彼らの婚礼を執り行った。
ἤδη δὲ τὸν πρὸς Ῥωμαίους πόλεμον ἐγνωκὼς ἀποκαλύπτειν, ἐπιγαμίαις τοὺς ἐγγὺς βασιλέας προκατελάμβανε, καὶ Πτολεμαίῳ μὲν ἐς Αἴγυπτον ἔστελλε Κλεοπάτραν τὴν Σύραν ἐπίκλησιν, προῖκα Συρίαν τὴν κοίλην ἐπιδιδούς, ἣν αὐτὸς ἀφῄρητο τοῦ Πτολεμαίου, θεραπεύων ἤδη τὸ μειράκιον, ἵνʼ ἐν τῷ πολέμῳ τῷ πρὸς Ῥωμαίους ἀτρεμῇ· Ἀντιοχίδα δʼ ἔπεμπεν Ἀριαράθῃ τῷ Καππαδοκῶν βασιλεῖ, καὶ τὴν ἔτι λοιπὴν Εὐμένει τῷ Περγάμου βασιλεῖ. ὁ δέ (ἑώρα γὰρ αὐτὸν ἤδη Ῥωμαίοις τε πολεμησείοντα4 καὶ πρὸς τήνδε τὴν χρείαν τὸ κῆδος αὑτῷ συναπτόμενον) ἠρνήσατο, καὶ τοῖς ἀδελφοῖς Ἀττάλῳ τε καὶ Φιλεταίρῳ, θαυμάζουσιν ὅτι κῆδος βασιλέως τοσοῦδε καὶ γείτονος, αὐτοῦ τε κατάρχοντος καὶ δεομένου, παραιτοῖτο, ἐπεδείκνυ τὸν ἐσόμενον πόλεμον ἐν μὲν ἀρχῇ τι παρʼ ἀμφοῖν ἕξειν ἰσοπαλές, σὺν χρόνῳ δʼ ὑπεροίσειν τὰ Ῥωμαίων διʼ εὐψυχίαν καὶ ταλαιπωρίαν. ἐγὼ δʼ, ἔφη, Ῥωμαίων μὲν ἐπικρατούντων βεβαίως τῆς ἀρχῆς τῆς ἐμῆς ἄρξω, Ἀντιόχου δὲ νικῶντος ἐλπὶς μὲν ἀφαιρεθήσεσθαι πάντα πρὸς γείτονος, ἐλπὶς δὲ καὶ ἔχοντα βασιλεύσειν5 βασιλεύομενον ὑπʼ ἐκείνου.
すでにローマ人との戦争を公にすることを決意していた彼は、婚姻関係によって近隣の王たちをあらかじめ味方に引き入れようとした。そして、エジプトのプトレマイオスのもとには「シリア人」と呼ばれるクレオパトラを送り、彼自身がプトレマイオスから奪い取ったコイレ・シリアを持参金として与えた。これは、ローマ人との戦争において彼がおとなしくしているようにと、すでに若者を手懐けるためであった。また、カッパドキアの王アリアラテスにはアンティオキスを送り、残りの娘をペルガモンの王エウメネスに送ろうとした。しかしエウメネスは(アンティオコスがすでにローマ人との戦争を望んでおり、この必要のために自分との婚姻同盟を結ぼうとしているのを見抜いていたので)これを断った。そして、これほどの大国の王であり近隣の王が、自ら申し出て求めている婚姻をなぜ辞退するのかと不審がる弟たちのアッタロスとフィレタイロスに対して、来たるべき戦争は最初は双方の間でほぼ互角の戦いとなるが、時が経てばローマ人の優れた勇気と忍耐力によって、ローマの側が優勢になるであろうということを示した。 「私としては、」と彼は言った。 「ローマ人が勝利すれば、私は自分の支配権を確実に保ちながら統治するだろう。しかし、もしアンティオコスが勝てば、隣国によってすべてを奪われる恐れがあり、また仮に領土を保持できたとしても、彼の下に支配されながら王として君臨することになる恐れがあるのだ。」
- 13οὐ γὰρ εἶναι δίκαιον
伝聞・間接話法(indirect discourse)における、理由を表す接続詞 γάρ の節内での不定詞 εἶναι の用法。主節の動詞 ἠξίου(あるいはそこから含意される伝達の文脈)に支配されており、間接話法における従属節が不定詞をとる稀な例である。
- 13αὐτὸς ἐπὶ σχολῆς ὢν ἀναλαμβάνειν
間接話法の不定詞 ἀναλαμβάνειν の意味上の主語が、伝達動詞の主語(アンティオコス)と同一であるため、主格の代名詞 αὐτός および主格分詞 ὢν が用いられている(主格不定詞構文)。
- 14αὐτοῖς ἀνδράσι
随伴を表す与格の慣用表現(dative of accompaniment)。代名詞 αὐτός の与格形を伴うことで、「乗組員(男たち)もろとも」「船員ごと」という意味を表す。
- 15πολεμησείοντα
動詞 πολεμέω(戦争をする)から派生した願望動詞(desiderative verb)πολεμησείω の現在分詞対格。-σείω の語尾は「〜したいと思う」という意図や願望を表し、「戦争をしたがっている」という意味になる。
- 15ἔχοντα βασιλεύσειν
未来不定詞 βασιλεύσειν に現在分詞 ἔχοντα(対格)が伴っている。不定詞の意味上の主語(エウメネス自身)が対格として想定されており、分詞がそれに一致している。ἔχοντα はここでは「(領土を)保持したままで」という譲歩あるいは付帯状況を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 3 件
