§419ἐπὶ δʼ ἑτέραν πόλιν ἐχώρει, Μετοῦλον, ἣ τῶν Ἰαπόδων ἐστὶ κεφαλή, κεῖται δʼ ἐν ὄρει σφόδρα ὑλώδει ἐπὶ δύο λόφων, οὓς διαιρεῖ χαράδρα στενή.
然后他向另一座城市梅图卢斯进军,该城是亚波德斯人的首府,座落在非常多林的山中两个山丘之上,一条狭窄的沟壑将这两个山丘隔开。
καὶ ἡ νεότης ἦν ἀμφὶ τοὺς τρισχιλίους μαχίμους τε καὶ σφόδρα εὐόπλους· οἳ Ῥωμαίους τὰ τείχη σφῶν περιστάντας εὐκόλως ἀπεκρούοντο.
城中的青年男子大约有三千人,既好战又装备精良;他们轻易地击退了包围他们城墙的罗马人。
οἱ δὲ χῶμα ἤγειρον· καὶ οἱ Μετοῦλοι τό τε χῶμα νυκτὸς καὶ ἡμέρας ἐκτρέχοντες ἠνώχλουν, καὶ τοὺς ἄνδρας ἀπὸ τοῦ τείχους μηχαναῖς κατεπόνουν, ἃς ἐσχήκεσαν ἐκ τοῦ πολέμου ὃν Δέκμος Βροῦτος ἐνταῦθα ἐπολέμησεν Ἀντωνίῳ τε καὶ τῷ Σεβαστῷ.
罗马人则筑起土垒;梅图卢斯人夜以继日地出击,骚扰土垒上的工作,并用城墙上的机器击伤罗马士兵,这些机器是他们从德基穆斯·布鲁图斯在此与安东尼及奥古斯都交战时所保留下来的。
πονοῦντος δὲ κἀκείνοις ἤδη τοῦ τείχους, οἵδʼ ὑπετείχισαν ἔνδοθεν, καὶ τὸ κεκμηκὸς ἐκλιπόντες μετεπήδησαν ἐς τὸ νεότευκτον· οἱ δὲ Ῥωμαῖοι τὸ μὲν ἐκλειφθὲν λαβόντες ἐνέπρησαν, κατὰ δὲ τοῦ ἄλλου δύο χώματα ἔχουν, καὶ ἀπʼ αὐτῶν γεφύρας τέσσαρας ἐξέτεινον ἐς τὸ τεῖχος.
当他们的城墙也已经开始崩塌时,他们便在内侧加筑了一道墙,遗弃了破损的部分,跃入新筑的墙内;罗马人占领了被遗弃的城墙并放火烧毁,又针对另一道墙筑起两座土垒,并从土垒上向城墙伸出四座桥梁。
γενομένων δὲ τούτων ὁ Καῖσαρ περιέπεμψέ τινας ἐς τὰ ὀπίσθια τῆς πόλεως, περισπᾶν τοὺς Μετούλους, τοῖς δʼ ἄλλοις προσέταξε περᾶν ἐς τὰ τείχη. διὰ τῶν γεφυρῶν. καὶ αὐτὸς ἐς ὑψηλὸν πύργον ἀναβὰς ἑώρα.
完成这些后,恺萨派了一些人绕到城市的后方去分散梅图卢斯人的注意力,并命令其他人通过桥梁越过城墙;他自己则登上一座高塔观看。
§420οἱ βάρβαροι δὲ τοῖς περῶσιν ὑπήντων τε ἐκ μετώπου κατὰ τὸ τεῖχος, καὶ ὑφεδρεύοντες ἕτεροι τὰς γεφύρας μακροῖς δόρασιν ὑπεκέντουν, μᾶλλόν τε ἐθάρρησαν μιᾶς γεφύρας καὶ δευτέρας ἐπʼ ἐκείνῃ πεσούσης.
蛮族们在城墙正面迎击渡桥的人,另一些伏在桥下的人则用长矛从下面刺穿桥梁,当一座桥塌落,紧接着第二座桥也塌落时,他们变得更加胆大。
ὡς δὲ καὶ ἡ τρίτη συνέπεσε, φόβος ἤδη παντελὴς τοὺς Ῥωμαίους ἐπεῖχε, καὶ οὐδεὶς τῆς τετάρτης ἐπέβαινεν, ἕως ὁ Καῖσαρ ἐκ τοῦ πύργου καταθορὼν ὠνείδιζεν αὐτούς.
当第三座桥也塌落时,彻底的恐惧笼罩了罗马人,没有人敢踏上第四座桥,直到恺萨从塔上跳下来斥责他们。
ἀλλὰ καὶ ὣς οὐκ ἐρεθιζομένων, αὐτὸς ἀσπίδα λαβὼν ἐπὶ τὴν γέφυραν ἵετο δρόμῳ.
但即使如此,士兵们仍未受到鼓舞,他自己便拿起一面盾牌,奔跑着冲上了桥梁。
συνέθεον δʼ αὐτῷ τῶν ἡγεμόνων Ἀγρίππας τε καὶ Ἱέρων καὶ ὁ σωματοφύλαξ Λοῦτος καὶ Οὐόλας, τέσσαρες οἵδε μόνοι, καὶ τῶν ὑπασπιστῶν ὀλίγοι.
与他一同奔跑的有将官中的阿格里帕和希隆,以及护卫卢提乌斯和沃拉斯,仅此四人,还有少数侍从。
ἤδη δʼ αὐτοῦ τὴν γέφυραν περῶντος, ἐν αἰδοῖ γενόμενος ὁ στρατὸς ἀνεπήδησεν ἄθρους.
就在他已经越过桥梁时,军队感到羞愧,便齐声呐喊着冲上前去。
καὶ πάλιν ἡ γέφυρα βαρηθεῖσα καταπίπτει, καὶ οἱ ἄνδρες ὑπʼ αὐτῆς ἀθρόοι κατεχώννυντο, καὶ οἱ μὲν ἀπέθανον αὐτῶν, οἱ δὲ συντριβέντες ἐφέροντο.
桥梁再次因负荷过重而倒塌,其下的士兵被成群掩埋,他们中有些人丧生,另一些人骨折重伤被抬走。
ὁ δὲ Καῖσαρ ἐπλήγη μὲν τὸ σκέλος τὸ δεξιὸν καὶ τοὺς βραχίονας ἄμφω, ἀνέδραμε δʼ ὅμως εὐθὺς ἐπὶ τὸν πύργον μετὰ τῶν συμβόλων, καὶ ἑαυτὸν ἔδειξεν ἐρρωμένον, μή τις ὡς ἀποθανόντος γένοιτο θόρυβος.
恺萨本人右腿和双臂都受伤了,但尽管如此,他还是立刻带着军旗跑回塔上,向人们展示自己身体无恙,以免因传言他已死而引起混乱。
ἵνα δὲ μηδʼ οἱ πολέμιοι νομίσειαν αὐτὸν ἐνδώσειν ἀναχωρήσαντα, εὐθὺς ἑτέρας ἐπήγνυτο γεφύρας.
为了不让敌人以为他会撤退放弃,他立刻命令搭建其他的桥梁。
ὃ καὶ μάλιστα κατέπληξε τοὺς Μετούλους ὡς ὑπὸ γνώμης ἀμάχου πολεμουμένους.
这让梅图卢斯人感到特别震惊,意识到自己是在与一种不可战胜的意志作战。
§421καὶ τῆς ἐπιούσης πρεσβευσάμενοι πρὸς αὐτὸν ὁμήρους τε πεντήκοντα ἔδοσαν, οὓς ὁ Καῖσαρ ἐπελέξατο, καὶ φρουρὰν ὑποσχόμενοι δέξεσθαι τὸν ὑψηλότερον λόφον τοῖς φρουροῖς ἀπέλιπον, αὐτοὶ δὲ μετεχώρουν ἐς τὸν ἕτερον.
第二天,他们派使者来见他,交出了恺萨挑选的五十名人质,并承诺接受驻军,将较高的山丘留给守卫,自己则移往另一座山丘。
ἐπεὶ δὲ ἐσελθοῦσα ἡ φρουρὰ τὰ ὅπλα αὐτοὺς ἐκέλευεν ἀποθέσθαι, οἱ δὲ ἠγανάκτησάν τε, καὶ τὰ γύναια σφῶν καὶ τοὺς παῖδας ἐς τὸ βουλευτήριον συγκλείσαντες, καὶ φυλακὴν ἐπιστήσαντες, οἷς εἴρητο, εἴ τι ἀηδὲς γίγνοιτο περὶ αὐτούς, ἐμπρῆσαι τὸ βουλευτήριον, ἐπεχείρουν τοῖς Ῥωμαίοις αὐτοὶ μετʼ ἀπονοίας.
但当驻军进入并命令他们放下武器时,他们愤怒了,将自己的妇女和儿童关在议事厅里,并派人看守,命令如果他们发生任何不测,就放火烧毁议事厅,而他们自己则拼死攻击罗马人。
οἷα δʼ ὑψηλοτέροις ἐπιχειροῦντες ἐκ ταπεινοῦ, συνεχώσθησαν ἀθρόοι, καὶ οἱ φύλακες τὸ βουλευτήριον κατέπησαν, πολλαί τε τῶν γυναικῶν ἑαυτάς τε καὶ τὰ τέκνα διεχρῶντο, αἱ δὲ καὶ ζῶντα ἔτι φέρουσαι ἐς τὸ πῦρ ἐνήλαντο, ὡς ἀπολέσθαι τῶν Μετούλων τήν τε νεότητα πᾶσαν ἐν τῇ μάχῃ καὶ τῶν ἀχρείων τὸ πλέον τῷ πυρί.
由于他们是从低处攻击高处的敌人,他们被成群斩杀;守卫放火烧毁了议事厅,许多妇女自杀并杀死她们的孩子,另一些人抱着还活着的孩子跳入火中,以至于梅图卢斯的所有青年男子都在战斗中丧生,而无法战斗者的绝大部分则死于大火。
συγκατεφλέγη δὲ αὐτοῖς καὶ ἡ πόλις, καὶ οὐδὲν ἦν ἴχνος μεγίστης ἐκεῖθι γενομένης.
城市也与他们一起被烧毁,甚至没有留下那里曾有一座极大城市的任何痕迹。
Μετούλου δʼ ἁλούσης οἱ λοιποὶ τῶν Ἰαπόδων καταπλαγέντες ἑαυτοὺς ἐπέτρεψαν τῷ Καίσαρι.
梅图卢斯失陷后,其余的亚波德斯人惊恐万分,向恺萨投降。
Ἰάποδες μὲν οὖν οἱ πέραν Ἄλπεων τότε πρῶτον Ῥωμαίων ὑπήκουσαν·
因此,阿尔卑斯山那边的亚波德斯人当时首次服从了罗马人。
καὶ αὐτῶν Ποσηνοὺς ἀποχωρήσαντος τοῦ Καίσαρος ἀποστάντας ἐπιπεμφθεὶς αὐτοῖς Μᾶρκος Ἕλουιος εἷλε, καὶ τοὺς μὲν αἰτίους ἔκτεινε, τοὺς δὲ λοιποὺς ἀπέδοτο.
在恺萨离开后,他们之中的波塞诺伊人发动叛乱,被派去对付他们的马尔库斯·赫尔维乌斯攻克了他们,处死了罪魁祸首,并将其他人卖掉。