§27Ἄγρων ἦν βασιλεὺς Ἰλλυριῶν μέρους ἀμφὶ τὸν κόλπον τῆς θαλάσσης τὸν Ἰόνιον, ὃν δὴ καὶ Πύρρος ὁ τῆς Ἠπείρου βασιλεὺς κατεῖχε καὶ οἱ τὰ Πύρρου διαδεξάμενοι.
阿格隆是伊奥尼亚海湾周边一部分伊利里亚人的国王,该海湾曾由伊庇鲁斯国王皮洛士及其继承者控制。
Ἄγρων δʼ ἔμπαλιν τῆς τε Ἠπείρου τινὰ καὶ Κόρκυραν ἐπʼ αὐτοῖς καὶ Ἐπίδαμνον καὶ Φάρον καταλαβὼν ἔμφρουρα εἶχεν.
然而,阿格隆反过来占领了伊庇鲁斯的一部分,以及其上的科尔库拉、埃庇达姆诺斯和法罗斯,并派兵驻守。
ἐπιπλέοντος δʼ αὐτοῦ καὶ τὸν ἄλλον Ἰόνιον, νῆσος, ᾗ ὄνομα Ἴσσα, ἐπὶ Ῥωμαίους κατέφυγεν.
当他进一步在伊奥尼亚海的其他海域航行时,一个名为伊萨的岛屿向罗马人求助。
οἱ δὲ πρέσβεις τοῖς Ἰσσίοις συνέπεμψαν, εἰσομένους τὰ Ἄγρωνος ἐς αὐτοὺς ἐγκλήματα.
罗马人派使节与伊萨人同行,以了解阿格隆对他们的指控。
τοῖς δὲ πρέσβεσιν ἔτι προσπλέουσιν ἐπαναχθέντες Ἰλλυρικοὶ λέμβοι τῶν μὲν Ἰσσίων πρεσβευτὴν Κλεέμπορον, τῶν δὲ Ῥωμαίων Κορογκάνιον ἀναιροῦσιν· οἱ δὲ λοιποὶ διέδρασαν αὐτούς.
然而,当使节们仍在航行接近时,伊利里亚的轻型船只出动,杀害了伊萨人的使节克莱恩波洛斯和罗马人的使节科伦卡尼乌斯;其余的人则从他们手中逃脱。
καὶ ἐπὶ τῷδε Ῥωμαίων ἐπʼ Ἰλλυριοὺς ναυσὶν ὁμοῦ καὶ πεζῷ στρατευόντων, Ἄγρων μὲν ἐπὶ παιδίῳ σμικρῷ, Πίννῃ ὄνομα, ἀποθνήσκει, τῇ γυναικὶ τὴν ἀρχὴν ἐπιτροπεύειν τῷ παιδὶ παραδούς, καίπερ οὐκ οὔσῃ μητρὶ τοῦ παιδίου, Δημήτριος δʼ ὁ Φάρου ἡγούμενος Ἄγρωνι (Φάρου τε γὰρ αὐτῆς ἦρχε, καὶ ἐπὶ τῇδε Κορκύρας) παρέδωκεν ἄμφω Ῥωμαίοις ἐπιπλέουσιν ἐκ προδοσίας.
因此,当罗马人同时以船只和步兵对伊利里亚人发动战争时,阿格隆留下一名叫宾涅斯的幼子去世了,他将统治权交给他的妻子,让她为孩子摄政,尽管她并不是这孩子的母亲。 但是,曾为阿格隆管理法罗斯的德米特里(他不仅统治法罗斯本身,还在此之上统治科尔库拉),通过叛变将这两地交给了驶来的罗马人。
οἱ δʼ ἐπὶ ταύταις Ἐπίδαμνον ἐς φιλίαν ὑπηγάγοντο, καὶ τοῖς Ἰσσίοις καὶ Ἐπιδαμνίοις πολιορκουμένοις ὑπὸ Ἰλλυριῶν ἐς ἐπικουρίαν ἔπλεον.
罗马人在此之后使埃庇达姆诺斯归于友好关系,并乘船前去援助被伊利里亚人围困的伊萨人和埃庇达姆诺斯人。
Ἰλλυριοὶ μὲν δὴ τὰς πολιορκίας λύσαντες ἀνεχώρουν, καί τινες αὐτῶν ἐς Ῥωμαίους, οἱ Ἀτιντανοὶ λεγόμενοι, μετετίθεντο.
伊利里亚人解围撤退,他们中被称为阿廷塔尼人的一部分人投奔了罗马人。
μετὰ ταῦτα δὲ ἡ Ἄγρωνος γυνὴ πρέσβεις ἐς Ῥώμην ἔπεμψε τά τε αἰχμάλωτα ἀποδιδόντας αὐτοῖς καὶ τοὺς αὐτομόλους ἄγοντας, καὶ ἐδεῖτο συγγνώμης τυχεῖν τῶν οὐκ ἐφʼ ἑαυτῆς ἀλλʼ ἐπὶ Ἄγρωνος γενομένων.
此后,阿格隆的妻子向罗马派遣使节,归还俘虏并带回投诚者,并请求对非她执政期间、而是在阿格隆时期发生的事予以宽恕。
οἱ δὲ ἀπεκρίναντο Κόρκυραν μὲν καὶ Φάρον καὶ Ἴσσαν καὶ Ἐπίδαμνον καὶ Ἰλλυριῶν τοὺς Ἀτιντανοὺς ἤδη Ῥωμαίων ὑπηκόους εἶναι, Πίννην δὲ τὴν ἄλλην Ἄγρωνος ἀρχὴν ἔχειν καὶ φίλον εἶναι Ῥωμαίοις, ἢν ἀπέχηταί τε τῶν προλελεγμένων, καὶ τὴν Λίσσον μὴ παραπλέωσιν Ἰλλυρικοὶ λέμβοι δυοῖν πλείονες, καὶ τούτοιν δὲ ἀνόπλοιν.
罗马人回答说,科尔库拉、法罗斯、伊萨、埃庇达姆诺斯以及伊利里亚人中的阿廷塔尼人已经是罗马的臣民,而宾涅斯则拥有阿格隆的其余领地并成为罗马人的朋友,只要他远离前述地方,且通过利苏斯的伊利里亚轻型船只不超过两艘,而且这两艘也必须是不带武装的。
§28ἡ μὲν δὴ ταῦτα πάντα ἐδέχετο, καὶ γίγνονται Ῥωμαίοις αἵδε πρῶται πρὸς Ἰλλυριοὺς πεῖραί τε καὶ συνθῆκαι·
于是她接受了所有这些条件,这便成了罗马人与伊利里亚人的第一次尝试和条约。
Ῥωμαῖοι δʼ ἐπʼ αὐταῖς Κόρκυραν μὲν καὶ Ἀπολλωνίαν ἀφῆκαν ἐλευθέρας, Δημητρίῳ δʼ ἔστιν ἃ χωρία μισθὸν ἔδοσαν τῆς προδοσίας, ἐπειπόντες ὅτι ἐν τοσῷδε διδόασι, τὴν ἀπιστίαν ἄρα τοῦ ἀνδρὸς ὑφορώμενοι.
罗马人在这些条约之后,放免科尔库拉和阿波罗尼亚为自由之身,并给德米特里一些地方作为叛变的报酬,并补充说他们“只给这么多”,这显然是防范该人的不忠。
ἣ δὴ καὶ ἦρξεν αὐτοῦ μετʼ ὀλίγον·
而这正是稍后支配他的原因。
Ῥωμαίων γὰρ Κελτοῖς ἐπὶ τριετὲς τοῖς ἀμφὶ τὸν Ἠριδανὸν οὖσι πολεμούντων, ὁ Δημήτριος ὡς ὄντων ἐν ἀσχολίᾳ τὴν θάλασσαν ἐλῄζετο, καὶ Ἴστρους ἔθνος ἕτερον Ἰλλυριῶν ἐς τοῦτο προσελάμβανε, καὶ τοὺς Ἀτιντανοὺς ἀπὸ Ῥωμαίων ἀφίστη.
因为当罗马人与埃里达努斯河周围的凯尔特人进行为期三年的战争时,德米特里趁他们无暇他顾,在海上进行掠夺,并拉拢了另一个伊利里亚部落伊斯特里人参与此事,并使阿廷塔尼人脱离罗马。
οἱ δέ, ἐπεὶ τὰ Κελτῶν διετέθειτο, εὐθὺς μὲν ἐπιπλεύσαντες αἱροῦσι τοὺς λῃστάς, ἐς νεώτα δὲ ἐστράτευον ἐπὶ Δημήτριον καὶ Ἰλλυριῶν τοὺς συναμαρτόντας αὐτῷ.
罗马人在解决凯尔特人事务后,立即派兵出航捕获了海盗,并在第二年对德米特里和与他一同犯错误的伊利里亚人进行征伐。
Δημήτριον μὲν δὴ πρὸς Φίλιππον τὸν Μακεδόνων βασιλέα φυγόντα καὶ αὖθις ἐπιόντα καὶ λῃστεύοντα τὸν Ἰόνιον κτείνουσι, καὶ τὴν πατρίδα αὐτῷ Φάρον συναμαρτοῦσαν ἐπικατέσκαψαν, Ἰλλυριῶν δʼ ἐφείσαντο διὰ Πίννην αὖθις δεηθέντα.
他们杀死了逃往马其顿国王腓力处、后又返回并在伊奥尼亚海进行掠夺的德米特里,并彻底摧毁了与他一同犯错误的他的祖国法罗斯,但由于宾涅斯的再次请求,他们宽恕了伊利里亚人。
καὶ δεύτεραι πεῖραί τε καὶ συνθῆκαι πρὸς Ἰλλυριοὺς αὐτοῖς ἐγίγνοντο.
这成了他们与伊利里亚人的第二次尝试和条约。